호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεταί ποτε Ἀλέξανδρον τῷ πατρὶ Φιλίππῳ μειράκιον ὄντα διαλεχθῆναι περὶ Ὁμήρου μάλα ἀνδρείως καὶ μεγαλοφρόνως: οἱ δὲ αὐτοὶ λόγοι οὗτοι σχεδόν τι καὶ περὶ βασιλείας ἦσαν.
ἐτύγχανε μὲν γὰρ ὁ Ἀλέξανδρος στρατευόμενος ἤδη μετὰ τοῦ πατρός, καίτοιτοῦ Φιλίππου κωλύοντος: ὁ δὲ οὐχ οἱό῀ς τ ἦν κατέχειν αὑτὸν, ὥσπερ οἱ γενναῖοι σκύλακες οὐχ ὑπομένουσιν ἀπολείπεσθαι τῶν ἐπὶ θήραν ἐξιόντων, ἀλλὰ ξυνέπονται πολλάκις ἀπορρήξαντες τὰ δεσμά. ἐνίοτε μὲν οὖν ταράττουσιν ἐν τῷ ἔργῳ διὰ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν φθεγγόμενοι πρὸ τοῦ καιροῦ καὶ τὸ θηρίονἀνιστάντες:
ἐνίοτέ γε μὴν εἷλον αὐτοὶ προπηδήσαντες. τοιαῦτα ἐκεῖνος ἔπασχε τὸ πρῶτον, ὥστε καὶ τῆς ἐν Χαιρωνείᾳ μάχης τε καὶ νίκης φασὶν αὐτὸν αἴτιον γενέσθαι, τοῦ πατρὸς ὀκνοῦντος τὸν κίνδυνον. τότε δ οὖν ἀπὸ στρατείας ἥκοντες ἐν Δίῳ τῆς Πιερίας ἔθυον ταῖς Μούσαις, καὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἐτίθεσαν, ὅν φασιν ἀρχαῖον εἶναι παρ αὐτοῖς. ἤρετο οὖν αὐτὸν ὁ Φίλιππος ἐν τῇ συνουσίᾳ, Διὰ τί ποτε, ὦ παῖ, σφόδρα οὕτως ἐκπέπληξαι τὸν Ὅμηρον ὥστε διατρίβεις περὶ μόνον τῶν ποιητῶν. ἐχρῆν μέντοι μηδὲ τῶν ἄλλων ἀμελῶς ἔχειν. σοφοὶ γὰρ οἱ ἄνδρες.
καὶ ὁ Ἀλέξανδρος ἔφη, Ὅτι δοκεῖ μοι, ὦ πάτερ, οὐ πᾶσα ποίησις βασιλεῖ πρέπειν, ὥσπερ οὐδὲ στολή. τὰ μὲν οὖν ἄλλα ποιήματα ἔγωγε ἡγοῦμαι τὰ μὲν συμποτικὰ αὐτῶν, τὰ δὲ ἐρωτικά.
τὰ δὲ ἐγκώμια ἀθλητῶν τε καὶ ἵππων νικώντων, τὰ δ ἐπὶ τοῖς τεθνεῶσι θρήνους, τὰ δὲ γέλωτος ἕνεκεν ἢ λοιδορίας πεποιημένα, ὥσπερ τὰ τῶν κωμῳδοδιδασκάλων καὶ τὰ τοῦ Παρίου ποιητοῦ: ἴσως δέ τινα αὐτῶν καὶ δημοτικὰ λέγοιτ ἄν, συμβουλεύοντα καὶ παραινοῦντα τοῖς πολλοῖς καὶ ἰδιώταις, καθάπερ οἶμαι τὰ Φωκυλίδου καὶ Θεόγνιδος:
ἀφ ὧν τί ἂν ὠφεληθῆναι δύναιτο ἀνὴρ ἡμῖν ὅμοιος, πάντων μὲν κρατέειν ἐθέλων, πάντεσσι δ ἀνάσσειν·
τὴν δέ γε Ὁμήρου ποίησιν μόνην ὁρῶ τῷ ὄντι γενναίαν καὶ μεγαλοπρεπῆ πρεπῆ καὶ βασιλικήν, ᾗ πρέπει τὸν νοῦν προσέχειν ἄνδρα μάλιστα μὲν ἄρξειν μέλλοντα τῶν ὅποι ποτὲ ἀνθρώπων, εἰ δὲ μή, τῶν πλείστων καὶ φανερωτάτων, ἀτεχνῶς γε ἐσόμενον κατ ἐκεῖνον ποιμένα λαῶν.
ἢ πῶς οὐκ ἄτοπον ἵππῳ μὲν μὴ ἐθέλειν ἢ τῷ ἀρίστῳ χρῆσθαι τὸν βασιλέα, τῶν δὲ ποιητῶν καὶ τοῖς ἥττοσιν ἐντυγχάνειν, ὥσπερ σχολὴν ἄγοντα· εὖ ἴσθι, ἔφη, ὦ πάτερ, ἐγὼ οὐ μόνον ποιητὴν ἕτερον, ἀλλ οὐδὲ μέτρον ἄλλο ἢ τὸ Ὁμήρου ἡρῷον ἀκούων ἀνέχομαι.
πάνυ οὖν ὁ Φίλιππος αὐτὸν ἠγάσθη τῆς μεγαλοφροσύνης, ὅτι δῆλος ἦν οὐδὲν φαῦλον οὐδὲ ταπεινὸν ἐπινοῶν, ἀλλὰ τοῖς τε ἡρ´ωσι καὶ τοῖς ἡμιθέοις παραβαλλόμενος. ὅμως δὲ κινεῖν αὐτὸν βουλόμενος, Τὸν δὲ Ἡσίοδον, ὦ Ἀλέξανδρε, ὀλίγου ἄξιον κρίνεις, ἔφη, ποιητήν·
οὐκ ἔγωγε, εἶπεν, ἀλλὰ τοῦ παντός, οὐ μέντοι βασιλεῦσιν οὐδὲ στρατηγοῖς ἴσως. ἀλλὰ τίσι μὴν· καὶ ὁ Ἀλέξανδρος γελάσας, Τοῖς ποιμέσιν, ἔφη, καὶ τοῖς τέκτοσι καὶ τοῖς γεωργοῖς. τοὺς μὲν γὰρ ποιμένας φησὶ φιλεῖσθαι ὑπὸ τῶν Μουσῶν, τοῖς δὲ τέκτοσι μάλα ἐμπείρως παραινεῖ πηλίκον χρὴ τὸν ἄξονα τεμεῖν, καὶ τοῖς γεωργοῖς, ὁπηνίκα ἄρξασθαι πίθου. τί οὖν·
οὐχὶ ταῦτα χρήσιμα, ἔφη, τοῖς ἀνθρώποις, ὁ Φίλιππος· οὐχ ἡμῖν γε, εἶπεν, ὦ πάτερ, οὐδὲ Μακεδόσι τοῖς νῦν, ἀλλὰ τοῖς πρότερον, ἡνίκα νέμοντες καὶ γεωργοῦντες Ἰλλυριοῖσἐδούλευον καὶ Τριβαλλοῖς. οὐδὲ τὰ περὶ τὸν σπόρον, ἔφη, καὶ τὸν ἀμητόν, ὁ Φίλιππος, ἀρέσκει σοι τοῦ Ἠσιόδου μεγαλοπρεπῶς οὕτως εἰρημένα· πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθ ἀμητοῦ, ἀρότοιο δὲ δυσομενάων.
πολύ γε μᾶλλον, εἶπεν ὁ Ἀλέξανδρος, τὰ παρ Ὁμήρῳ γεωργικά.
καὶ ποῦ περὶ γεωργίας εἴρηκεν Ὅμηρος· ἤρετο ὁ Φίλιππος, ἤ τὰ ἐν τῇ ἀσπίδι μιμήματα λέγεις τῶν ἀρούντων καὶ θεριζόντων καὶ τρυγώντων· ἥκιστά γε, εἶπεν ὁ Ἀλέξανδρος, ἀλλὰ ἐκεῖνα πολὺ μᾶλλον: οἱ δ ὥστ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ ἄρουραν πυρῶν ἢ κριθῶν: τὰ δὲ δράγματα ταρφέα πίπτει: ὥς Τρῶες καὶ Ἀχαιοὶ ἐπ ἀλλήλοισι θορόντες δῄουν, οὐδ ἕτεροι μνώοντ ὀλοοῖο φόβοιο. ταῦτα μέντοι ποιῶν Ὅμηρος ἡττᾶτο ὑπὸ Ἡσιόδου, ὁ Φίλιππος εἶπεν:
ἢ οὐκ ἀκήκοας τὸ ἐπίγραμμα τὸ ἐν Ἑλικῶνι ἐπὶ τοῦ τρίποδος: Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδ ἀνέθηκεν ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον· καὶ μάλα δικαίως, εἶπεν ὁ Ἀλέξανδρος, ἡττᾶτο:
οὐ γὰρ ἐν βασιλεῦσιν ἠγωνίζετο, ἀλλ ἐν γεωργοῖς καὶ ἰδιώταις, μᾶλλον δὲ ἐν ἀνθρώποις φιληδόνοις καὶ μαλακοῖς. τοιγαροῦν ἠμύνατο τοὺς Εὐβοέας διὰ τῆς ποιήσεως Ὅμηρος. πῶς· ἤρετο θαυμάσας ὁ Φίλιππος. ὅτι μόνους αὐτοὺς τῶν Ἑλλήνων περιέκειρεν αἴσχιστα,κομᾶν ὄπισθεν ἀφεὶς ὥσπερ οἱ νῦν τοὺς παῖδας τοὺς ἁπαλούς. καὶ ὁ Φίλιππος γελάσας , ὁρᾷς, ἦ δ ὃς, ὦ Ἀλέξανδρε, ὅτι δεῖ μὴ λυπεῖν τοὺς ἀγαθοὺς ποιητὰς μηδὲ τοὺς δεινοὺς συγγραφέας, ὡς κυρίους ὄντας ὅ, τι βούλονται περὶ ἡμῶν λέγειν.
οὐ πάντως, εἶπε, κυρίους.
τῷ γοῦν Στησιχόρῳ ψευσαμένῳ κατὰ τῆς Ἑλένης οὐ συνήνεγκεν. ὁ μέντοι Ἡσίοδος, ὦ πάτερ, δοκεῖ μοι οὐδὲ αὐτὸς ἀγνοεῖν τὴν ἑαυτοῦ δύναμιν ὅσον ἐλείπετο Ὁμήρου. πῶς λέγεις·
ὅτι ἐκείνου περὶ τῶν ἡρώων ποιήσαντος αὐτὸς ἐποίησε Γυναικῶν κατάλογον, καὶ τῷ ὄντι τὴν γυναικωνῖτιν ὕμνησε, παραχωρήσας Ὁμήρῳ τοὺς ἄνδρας ἐπαινέσαι. ἐκ τούτου δὲ ἤρετο ὁ Φίλιππος, Ἀλλὰ σύ, ὦ Ἀλέξανδρε, πότερον ἕλοιο ἂν Ἀγαμέμνων ἢ Ἀχιλλεὺς ἢ ἐκείνων τις γεγονέναι τῶν ἡρώων ἢ Ὅμηρος· οὐ μέντοι, ἦ δ ὃς ὁ Ἀλέξανδρος, ἀλλὰ ὑπερβάλλειν πολὺ τὸν Ἀχιλλέα καὶ τοὺς ἄλλους.
οὔτε γὰρ σὲ χείρονα νομίζω τοῦ Πηλέως οὔτε τῆς Φθίας ἀσθενεστέραν τὴν Μακεδονίαν οὔτε τὸν Ὄλυμπον ἀδοξότερον τοῦ Πηλίου φαίην ἄν: ἀλλὰ μὴν οὐδὲ παιδείας φαυλοτέρας ἐπιτετύχηκα ὑπ Ἀριστοτέλους ἢ ἐκεῖνος ὑπὸ Φοίνικος τοῦ Ἀμύντορος, φυγάδος ἀνδρὸς καὶ διαφόρου τῷ πατρί. πρὸς δὲ αὖ τούτοις ὁ μὲν Ἀχιλλεὺς ὑπήκουεν ἑτέροις, καὶ πέμπεται μετὰ μικρᾶς δυνάμεως ἄλλῳ συστρατευσόμενος: ἐγὼ δὲ οὐκ ἄν ποτε ὑπὸ ἀνθρώπων οὐδενὸς βασιλευθείην. καὶ ὁ Φίλιππος μικροῦ παροξυνθείς, Ἀλλ ὑπ ἐμοῦ γε βασιλεύῃ, ὦ Ἀλέξανδρε.
οὐκ ἔγωγε, εἶπεν: οὐ γὰρ ὡς βασιλέως, ἀλλ ὡς πατρὸς ἀκούω σου. οὐ δήπου καὶ θεᾶς φήσεις μητρὸς γεγονέναι σεαυτόν, ὥσπερ ὁ Ἀχιλλεύς· εἶπεν ὁ Φίλιππος, ἢ Ὀλυμπιάδα συμβαλεῖν ἀξιοῖς Θέτιδι· καὶ ὁ Ἀλέξανδρος ἡσυχῇ μειδιάσας, Ἐμοὶ μέν, εἶπεν, ὦ πάτερ, ἀνδρειοτέρα δοκεῖ πασῶν τῶν Νηρηίδων. ἐνταῦθα ὁ Φίλιππος γελάσας, Οὐκ ἀνδρειοτέρα μόνον, ἔφη, ὦ παῖ, ἀλλὰ καὶ πολεμικωτέρα.
ἐμοὶ γοῦν οὐ παύεται πολεμοῦσα. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἅμα σπουδῇ ἐπαιξάτην. πάλιν δὲ ἤρετο αὐτὸν ὁ Φίλιππος, Ἀλλὰ τὸν Ὅμηρον οὕτω σφόδρα, ὦ Ἀλέξανδρε, θαυμάζων, πῶς ὑπερορᾷς αὐτοῦ τὴν σοφίαν· ὅτι, ἔφη, καὶ τοῦ Ὀλυμπίασι κήρυκος ἥδιστ ἂν ἀκούοιμι φθεγγομένου μέγα καὶ σαφές, οὐ μέντοι κηρύττειν ἐβουλόμην αὐτὸς ἑτέρους νικῶντας, ἀλλὰ πολὺ μᾶλλον κηρύττεσθαι.
οὐδὲν μέντοι ἄτοπον, εἶπεν, ὦ πάτερ, εἰ καὶ ποιητὴς ἀγαθὸς εἰήν παρεχούσης τῆς φύσεως:
ἐπεί τοι καὶ ῥητορικῆς δέοι ἂν τῷ βασιλεῖ. σὺ γοῦν ἀντιγράφειν πολλάκισἀναγκάζει καὶ ἀντιλέγειν Δημοσθένει, μάλα δεινῷ ῥήτορι καὶ γόητι, καὶ τοῖς ἄλλοις τοῖς Ἀθήνησι πολιτευομένοις. καὶ ἐβουλόμην γε, εἶπεν ὁ Φίλιππος παίζων, παραχωρῆσαι Ἀθηναίοις Ἀμφιπόλεως ἀντὶ τῆς Δημοσθένους δεινότητος.
ἀλλὰ πῶς Ὅμηρον οἰεί διανοεῖσθαι περὶ ῥητορικῆς· δοκεῖ μοι, ἔφη, τὸ πρᾶγμα θαυμάζειν, ὦπάτερ. οὐ γὰρ ἄν τῷ τε Ἀχιλλεῖ διδάσκαλον λόγων ἐπήγετο τὸν Φοίνικα φησὶ γοῦν πεμφθῆναι αὐτὸν ὑπὸ τοῦ πατρὸς μύθων τε ῥητῆρ ἔμεναι πρηκτῆρά τε ἔργων. τῶν τε ἄλλων τοὺς ἀρίστους καὶ βασιλικωτάτους ἐποίησεν ἐσπουδακότας οὐχ ἧττον περὶ τὴν τοιαύτην δύναμιν, τόν τε Διομήδηνκαὶ Ὀδυσσέα καὶ Νέστορα, τοῦτον μὲν ὑπερβάλλοντα τῇ τε συνέσει καὶ τῇ πειθοῖ.
φησὶ γοῦν ἐν ἀρχῇ τῆς ποιήσεως, τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή: ὥστε καὶ τὸν Ἀγαμέμνονα εὔχεσθαι δέκα γέροντας αὐτῷ τοιούτους εἶναι μᾶλλον συμβούλους ἢ νεανίσκους οἱο῀ς ὅ τ Αἰάς καὶ ὁ Ἀχιλλεύς,ὡς θᾶττον ἂν ἁλούσης τῆς Τροίας.
καὶ μὴν τὸ μέγεθος τῆς περὶ τοὺς λόγους χρείας ἐδήλωσεν ἐν ἑτέρῳ. τοῦ τε Ἀγαμέμνονος καὶ τοῦ Ἀχιλλέως, ἀπειρηκότων ἤδη πρὸς τὴν στρατείαν, πρὸς δὲ αὖ τούτοις δημαγωγοῦ τινος ἐπαναστάντος αὐτοῖς καὶ ταράξαντος τὴν ἐκκλησίαν, τὸ πλῆθος ὡρ´μησεν ἐπὶ τὰς ναῦς, καὶ παραχρῆμα ἐμβάντες ἐβούλοντο φεύγειν, οὐδενὸς δυναμένου κατασχεῖν, οὐδὲ τοῦ Ἀγαμέμνονος ἔχοντος ὅ τι χρήσεται τοῖς παροῦσι παροῦσι πράγμασιν.
οὐκοῦν ἐνταῦθα μόνος αὐτοὺς ἐδυνήθη μετακαλέσαι καὶ μεταβαλεῖν Ὀδυσσεύς, καὶ τέλος ἔπεισε δημηγορῶν μετὰ τοῦ Νέστορος μένειν.
ὥστε τοῦτο μὲν τὸ ἔργον φανερῶς τῶν ῥητόρων ἐγένετο. πολλὰ δ ἄν τις ἐπιδείξειε καὶ ἕτερα. φαίνεται δ οὐ μόνον Ὅμηρος, ἀλλὰ καὶ Ἡσίοδος οὕτω φρονῶν, ὡς φιλοσοφίας τε ἅμα καὶ ῥητορικῆς τῆς ἀληθοῦς τῷ βασιλεῖ προσῆκον·
ἐν οἶς φησι περὶ Καλλιόπης, ἢ γὰρ καὶ βασιλεῦσιν ἅμ αἰδοίοισιν ὀπηδεῖ, ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων. ἔπη μὲν οὖν ποιεῖν, ὦ πάτερ, ἤ λόγους πεζοὺς συγγράφειν, ὁποίας σὺ τὰς ἐπιστολάς, ἀφ ὧν σφόδρα σέ φασιν εὐδοκιμεῖν, οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν, εἰ μή γε νέοις οὖσιν ἔτι καὶ σχολὴν ἄγουσιν, ὥσπερ καὶ σὲ λέγουσιν ἐν Θήβαις διαπονῆσαι τὰ περὶ τοὺς λόγους:
οὐδ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον αὐτοῖς τοῖς ἔργοις φιλάνθρωπον ἦθος καὶ πρᾷον καὶ δίκαιον, ἔτι δὲ ὑψηλὸν καὶ ἀνδρεῖον, καὶ μάλιστα δὴ χαίροντα εὐεργεσίαις, ὅπερ ἐστὶν ἐγγυτάτω τῆς τῶν θεῶν φύσεως:
τῶν γε μὴν λόγων ἡδέως ἀκούοντα τῶν ἐκ φιλοσοφίας, ὁπόταν καιρός, ἅτε οὐκ ἐναντίων φαινομένων, ἀλλὰ συμφώνων τοῖς αὑτοῦ τρόποις: τέρπεσθαι δὲ ποιήσει καὶ προσέχειν τὸν νοῦν οὐχ ἁπάσῃ, τῇ δὲ καλλίστῃ καὶ μεγαλοπρεπεστάτῃ, , οἱάν μόνην ἴσμεν τὴν Ὁμήρου καὶ τῶν Ἡσιόδου τὰ τοιαῦτα, καὶ εἴ τις ἄλλο τι λέγει χρηστόν.
οὐδὲ γὰρ μουσικήν, ἔφη, πᾶσαν μανθάνειν ἐθέλοιμ ἄν, ἀλλὰ κιθάρᾳ μόνον χρῆσθαι πρὸς θεῶν ὕμνους καὶ θεραπείας, ἔτι δὲ οἶμαι τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ἐπαίνους: οὐδέ γε ᾅδειν τὰ Σαπφοῦς ἢ Ἀνακρέοντος πρέπον ἂν εἰή τοῖς βασιλεῦσιν, ἀλλ, εἴπερ ἄρα, τῶν Στησιχόρου μελῶν ἢ Πινδάρου, .
τυχὸν δὲ καὶ πρὸς τοῦτο ἱκανὸς Ὅμηρος. ἦ γάρ, εἶπεν ὁ Φίλιππος, πρὸς κιθάραν συμφωνῆσαί τινά σοι δοκεῖ ἂν τῶν Ὁμήρου·
καὶ ὁ Ἀλέξανδρος γοργὸν ἐμβλέψας ὥσπερ λέων, Ἐγὼ μέν, εἶπεν, ὦ πάτερ, οἶμαι πρέπειν πολλὰ τῶν Ὁμήρου ἐπῶν πρὸς σάλπιγγα ᾅδεσθαι,μὰ Δί οὐ τὴν ἀνακαλοῦσαν, ἀλλὰ τὴν ἐποτρύνουσαν καὶ παρακελευομένην, οὐχ ὑπὸ γυναικείου χοροῦ λεγόμενα ἢ παρθένων, ἀλλ ὑπὸ φάλαγγος ἐνόπλου, πολὺ μᾶλλον ἢ τὰ Τυρταίου παρὰ τοῖς Λάκωσιν. ἐνταῦθα ἐπῄνεσεν ὡς καλῶς αὐτὸν εἰπόντα ὁ Φίλιππος καὶ ἀξίως τοῦ ποιητοῦ.
οὐκοῦν, ἦ δ ὅς, καὶ τοῦτο, οὗπερ νῦνἐμνήσθημεν, Ὅμηρος ἐπιδείκνυσιν. τὸν γοῦν Ἀχιλλέα πεποίηκεν ὑστερίζοντα ἐν τῷ στρατοπέδῳ τῶν Ἀχαιῶν οὐδὲ ἐρωτικὰ μέλη ᾅδοντα: καίτοι φησί γε ἐρᾶν αὐτὸν τῆς Βρισηίδος: ἀλλὰ κιθάρᾳ μὲν χρῆσθαι, μὰ Δί οὐκ ὠνησάμενον οὐδὲ οἴκοθεν ἄγοντα παρὰ τοῦ πατρός, ἀλλὰ ἐκ τῶν λαφύρων ἐξελόμενον, ὅτε εἷλετὰς Θήβας καὶ τὸν Ηἐτίωνα ἀπέκτεινε τὸν τοῦ Έκτορος κηδεστήν. τῇ ὅγε, φησί, θυμὸν ἔτερπεν:
ἀείδε δ ἄρα κλέα ἀνδρῶν, ὡς οὐδέποτε ἐκλανθάνεσθαι δέον τῆς ἀρετῆς οὐδὲ τῶν εὐκλεῶν πράξεων, οὔτε πίνοντα οὔτε ᾅδοντα, τὸν γενναῖον ἄνδρα καὶ βασιλικὸν, ἀλλ ἀεὶ διατελεῖν ἢ πράττοντα αὐτὸν μέγα τι καὶ θαυμαστὸν ἢ μεμνημένον τῶν ὁμοίων. ταῦτα δὲ ἔλεγε πρὸς τὸν πατέρα, ἐπιδεικνύμενος τὴν αὑτοῦ διάνοιαν.
καὶ γὰρ δὴ ἐτύγχανε τὸν μὲν Ὅμηρον ἀγαπῶν, τὸν Ἀχιλλέα δὲ οὐ μόνον ἐθαύμαζεν, ἀλλὰ καὶ ἐζηλοτύπει τῆς Ὁμήρου ποιήσεως, ὥσπερ οἱ καλοὶ ζηλοτυποῦσι τοὺς καλοὺς ἐνίοτε, κρειττόνων ἐραστῶν τυγχάνοντας.
τὸν δὲ Ἀγαμέμνονα οὐκ ἐμακάριζεν: ἤλπιζε γὰρ πολὺ πλειόνων ἄρξειν αὐτὸς ἢ ὁπόσων ἐκεῖνος.
τῶν δὲ ἄλλων ποιητῶν οὐ σφόδρα ἐφρόντιζε. Στησιχόρου δὲ καὶ Πινδάρου ἐπεμνήσθη, τοῦ μὲν ὅτι μιμητὴς Ὁμήρου γενέσθαι δοκεῖ καὶ τὴν ἅλωσιν οὐκ ἀναξίως ἐποίησε τῆς Τροίας, τοῦ δὲ Πινδάρου διά τε τὴν λαμπρότητα τῆς φύσεως καὶ ὅτι τὸν πρόγονον αὐτοῦ καὶ ὁμώνυμον ἐπῄνεσεν Ἀλέξανδρον τὸν φιλέλληνα ἐπικληθέντα ποιήσας εἰς αὐτόν, ὀλβίων ἐπώνυμε Δαρδανιδᾶν. διὰ τοῦτο γὰρ καὶ Θήβας ὕστερον πορθῶν μόνην κατέλιπε τὴν οἰκίαν τὴν ἐκείνου κελεύσας ἐπιγράψαι, Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ κάετε. ἦπου πολλὴν ἠπίστατο χάριν τοῖς αὑτὸν ἐγκωμιάζουσι μὴ φαύλως, οὕτως ἄγαν φιλότιμος ὤν. τί δέ·
εἶπεν ὁ Φίλιππος, ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις· οὐδαμῶς, εἶπεν, ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοις τε καὶ ὅπλοις πολεμίων ἀνδρῶν: καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν: ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω, καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο. τῷ παντὶ γὰρ κρείττων οὗτος κόσμος τῶν ἱερῶν ἢ σμαράγδων καὶ σαρδίων καὶ ὀνύχων, οἱο῀ς ἦν ὁ Σαρδαναπάλου περὶ Νίνον.
οὐ γὰρ βασιλέως τὰ τοιαῦτα φιλοτιμήματα οὐδαμῶς, ἀλλ ἀνοήτου μὲν παίγνια κόρης, ἀκολάστου δὲ γυναικός. οὔκουν οὐδὲ Ἀθηναίους οὕτως, ἔφη, ζηλῶ τῆς δαπάνης καὶ πολυτελείας τῆς περὶ τὴν πόλιν καὶ τὰ ἱερὰ ὅσον τῶν ἔργων ἃ ἔπραξαν οἱ πρότερον: τὸν γὰρ ἀκινάκην τὸν Μαρδονίου πολὺ σεμνότερον καὶ κρεῖττον ἀνάθημα ἔχουσιν καὶ τὰς Λακώνων ἀσπίδας τῶν ἐν Πύλῳ ποτὲ ἁλόντων ἢ τὰ προπύλαια τῆς ἀκροπόλεως καὶ τὸ Ὀλύμπιον ἀπὸ πλειόνων ἢ μυρίων ταλάντων.
οὐκοῦν, Οὐκοῦν, ἦ δ ὃς ὁ Φίλιππος, ἐνταῦθα τὸν Ὅμηρον οὐκ ἂν ἔχοις ἐπαινεῖν.
τὰ γὰρ τοῦ Ἀλκίνου βασίλεια, ἀνδρὸς Ἕλληνος καὶ νησιώτου, διεκόσμησεν οὐ μόνον κήποις καὶ φυτοῖς καὶ ὕδασιν, ὡς ἥδιστα ἐνοικεῖν, ἀλλὰ καὶ ἀγάλμασιχρυσοῖς. ἔτι δὲ μᾶλλον τὴν τοῦ Μενελάου οἴκησιν, καὶ ταῦτα ἀπὸ στρατείας ἥκοντος, ἆρ οὐ Περσικήν τινα καὶ Μηδικὴν ἐξηγεῖται, σχεδόν τε οὐ πολὺ ἀποδέουσαν Σεμιράμιδος ἢ Δαρείου τε καὶ Ξέρξου τῶν βασιλείων· φησὶ γοῦν, ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ ὑψερεφὲς Μενελάου κυδαλίμοιο χρυσοῦ τ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ ἐλέφαντος.
τοῖς γὰρ Τρωικοῖς σκύλοις ἐχρῆν μᾶλλον λάμπειν αὐτὸ ἢ τούτοις κατά γε τὴν σὴν διάνοιαν.
καὶ ὁ Ἀλέξανδρος ἐπισχών, Οὐκ ἔγωγε, εἶπε, τὸν Ὅμηρον ἐάσειν μοι δοκῶ ἀναπολόγητον: ἴσως γὰρ πρὸστὸν τοῦ Μενελάου τρόπον ἐποίησε τὰ βασίλεια, ὅν φησι μόνον εἶναι τῶν Ἀχαιῶν μαλθακὸν αἰχμητήν. σχεδὸν γὰρ οὖν ἐοίκεν οὐδὲ τῶν ἄλλων οὐδὲν μάτην ὁ ποιητὴς οὗτος λέγειν, ἀλλὰ καὶ στολὴν καὶ οἴκησιν καὶ δίαιταν πρὸς τὸ τῶν ἀνθρώπων ἦθος πολλάκις ἀπεικάζει.
ἄλσεσί τε καὶ ὀπώραις δι ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς, ἐν νήσῳ καθ αὑτὴν ἀπῳκισμένης:
τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελονπεριήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου.
πάντα γὰρ ταῦτα ὑπερφυῶς ἐρωτικὰ καὶ ἡδέα, κατὰ τὸν τρόπον οἶμαι τῆς θεᾶς. τὴν δέ γε τοῦ Μενελάου πολυχρήματον καὶ πολύχρυσον αὐλήν, καθάπερ οἶμαι τῶν Ἀσιαγενῶν τινος βασιλέων.
καὶ γὰρ οὗτος ἦν οὐ μακρὰν τοῦ τε Ταντάλου καὶ Πέλοπος, ὅθεν οἶμαι καὶ τὸν χορὸν Εὐριπίδης τοῦτο αἰνιττόμενον πεποίηκεν ἐν τῇ προσόδῳ τοῦ βασιλέως, Μενέλαος δὲ πολὺ δ ἁβροσύνῃ δῆλος ὁρᾶσθαι τοῦ Τανταλιδᾶν ἐξ αἵματος ὤν. οὐ μὴν τήν γε τοῦ Ὀδυσσέως οἴκησιν οὐδαμῶς τούτοις ὁμοίαν, ἀλλ ὡς ἂν ἀσφαλοῦς ἀνδρὸς πεποίηκε πρὸς αὐτὸ τοῦτο παρεσκευασμένην.
λέγει γὰρ οὕτως: ἐξ ἑτέρων ἕτερ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι: θύραι δ εὐεργέες εἰσὶ δίκλιδες: οὐκ ἂν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. δεῖ δὲ τοῦ ποιητοῦ τὰ μὲν ὡς συμβουλεύοντος καὶ παραινοῦντος ἀποδέχεσθαι, τὰ δὲ ὡς ἐξηγουμένου μόνον, πολλὰ δὲ ὡς ὀνειδίζοντος καὶ καταγελῶντος.
ἐοίκέ γε μὴν καὶ τὰ περὶ κοίτην καὶ τὴν καθ ἡμέραν δίαιταν ἱκανὸς εἶναι παιδεύειν Ὅμηρος ἡρωικήν τινα καὶ βασιλικὴν τῷ ὄντι παίδευσιν, ὡς μαθόντα παρ ἐκείνου Λυκοῦργον νομοθετῆσαι τοῖς Σπαρτιάταις. ἐπεί τοι καί φασιν αὐτὸν ἐπαινέτην Ὁμήρου γενέσθαι, καὶ πρῶτον ἀπὸ Κρήτης κομίσαι τὴν ποίησιν εἰς τὴν Ἑλλάδα.
τὸν γοῦν Διομήδην πάνυ στερεῶς κατέκλινεν ἐπὶ βύρσης ἀγραύλου βοός, κύκλῳ περιστήσας τὰ δόρατα ὀρθὰ ἐπὶ σαυρωτῆρος, οὐ κόσμου χάριν, ἀλλ ἕτοιμα λαβεῖν:
εὐωχεῖ γε μὴν ἀπὸ κρεῶν τοὺς ἡρ´ωας, καὶ τούτων βοείων, δῆλον ὅτι ἰσχύος, οὐχ ἡδονῆς ἕνεκεν. τὸν γοῦν Ἀγαμέμνονα τὸν ξυμπάντων βασιλέα καὶ πλουσιώτατον βοῦν ἀεί φησι θύειν, καὶ ἐπὶ τοῦτον καλεῖν τοὺς ἀρίστους.
καὶ τὸν Αἰάντα μετά τὴν νίκην φιλοφρονεῖται τοῖς νώτοις τοῦ βοός. ἰχθύων δὲ οὐδέποτε γευομένουσαὐτοὺς ἐποίησεν, καὶ ταῦτα ἐπὶ θαλάττῃ στρατοπεδεύοντας, καίτοι τὸν Ἑλλήσποντον, ὥσπερ ἐστίν, ἰχθυόεντα ἑκάστοτε καλῶν:
πάνυ γὰρ ὀρθῶς αὐτὸ τοῦτο ἀπεμνημόνευσεν ὁ Πλάτων: ἀλλ οὐδὲ τοὺς μνηστῆρας ἰχθύσιν ἑστιᾷ, σφόδρα ἀσελγεῖς καὶ τρυφεροὺς ὄντας, καὶ ταῦτα ἐν Ἰθάκῃ ἑστιωμένους. ὅτι γε μὴν , φανερῶς αὐτὸς ἀποφαίνεται ποίαν τινὰ δεῖ τὴν τροφὴν εἶναι καὶ πρὸς τί γιγνομένην.
ἣν γὰρ ἂν θέλῃ ἐπαινέσαι, μενοεικέα δαῖτά φησιν, τὴν οἱάν τε παρέχειν μένος, τουτέστιν ἰσχύν. ταῦτα δὲ λέγει διδάσκων καὶ παραινῶν , ἐπεὶ τροφῆς γε παντοίας καὶ πολυτελείασοὐκ ἐτύγχανεν ἄπειρος ὤν, ὥστε τοὺς περὶ ταῦτα νῦν ἐπτοημένους Πέρσας καὶ Σύρους καὶ τῶν Ἑλλήνων Ἰταλιώτας καὶ Ιὤνας μηδὲ ἐγγὺς ἐφικνεῖσθαι τῆς παρ Ὁμήρῳ χορηγίας καὶ ἁβρότητος. τί δέ, εἶπεν ὁ Φίλιππος, οὐ δίδωσιν ἐσθῆτα ὡς οἱό῀ν τε καλλίστην τοῖς ἡρ´ωσι·
νὴ Δία γε, ἦ δ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείανοὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν. οὐδὲ γὰρ οἰέται δεῖν Ὅμηρος τὸν ἡγεμόνα φαίνεσθαι ταπεινὸν οὐδὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ὅμοιον, ἀλλὰ καὶ στολῇ καὶ ὁπλίσει διαφέρειν παρὰ τοὺς ἄλλους ἐπὶ τὸ μεῖζον καὶ σεμνότερον, οὐ μὴν τρυφῶντά γε οὐδὲ . τὸν γοῦν Κᾶρα τὸν χρυσῷ καλλωπιζόμενον εἰς τὸν πόλεμον μάλα ὑβριστικῶς ἐλοιδόρησεν, εἰπών, ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδ ἰέν ἠύτε κούρη νήπιος, οὐδ ἄρα οἱ τό γ ἐπήρκεσε λυγρὸν ὄλεθρον ἀλλ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ: χρυσὸν δ Ἀχιλεὺς ἐκόμισσε δαϊ´φρων:
καταγελῶν αὐτοῦ τῆς τρυφῆς ἅμα καὶ τῆς ἀφροσύνης, ὅτι τοῖς πολεμίοις ἆθλα ἐκόμιζε τοῦ θανάτου σχεδόν.
οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίων τε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν: οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν. ἐκ δὲ τούτων τῶν ἐπιτηδευμάτων τούς τε ἄρχοντας πεποίηκεν.
ἀγαθοὺς καὶ τὸ πλῆθος εὔτακτον. προϊάσι γοῦν αὐτῷ σιγῇ, ῾δειδιότες σημάντορας, οἱ δὲ βάρβαροι μετὰ πολλοῦ θορύβου καὶ ἀταξίας, ταῖς γεράνοις ὁμοίως: ὡς τοῦτο μάλιστα σωτήριον ὀ`ν καὶ νικηφόρον ἐν τοῖς κινδύνοις, τὸ μὴ ἀδεεῖς εἶναι τῶν ἡγεμόνων τοὺς στρατιώτας. ὅσοι δ ἂν ὦσιν ἄφοβοι τῶν σφετέρων ἀρχόντων, οὗτοι τάχιστα ἂν φοβοῖντο τοὺς πολεμίους. καὶ μέντοι καὶ νικῶντας τοὺς Ἀχαιοὺς καθ ἡσυχίαν φησὶ στρατοπεδεύειν:
παρὰ δὲ τοῖς Τρωσὶν ἐπειδή τι πλεονεκτεῖν ἔδοξαν, εὐθὺς εἶναι δι ὅλης τῆς νυκτὸς αὐλῶν συρίγγων τ ἐνοπὴν ὅμαδόν τ ἀνθρώπων: ὡς καὶ τοῦτο ἱκανὸν ὀ`ν σημεῖον ἀρετῆς ἢ κακίας, οἵτινες ἂν ἐγκρατῶς τὰς εὐτυχίας ἢ τοὐναντίον μεθ ὕβρεως φέρωσιν. ἐμοὶ μὲν οὖν, ὦ πάτερ, ἱκανώτατος σωφρονιστὴς Ὅμηρος καὶ ὁ τούτῳ πειρώμενος τὸν νοῦν προσέχειν εὐτυχέστατός τε καὶ ἄριστος βασιλεύς.
τήν τε ἀνδρείαν καὶ δικαιοσύνην, ὅπου φησίν, ἀμφότερον, βασιλεύς τ ἀγαθὸς κρατερός τ αἰχμητής, ὡς τῶν ἄλλων ταύταις συνεπομένων.
ἀλλὰ πάντα τὰ τοιαῦτα πρῶτον μὲν καὶ μάλιστα ἐκβαλεῖνὡς πορρωτάτω καὶ ἀποπέμψαι τῆς αὑτοῦ ψυχῆς, ἔπειτα τῆς βασιλευούσης πόλεως, γέλωτάς τε ἀκράτους καὶ τοιούτου γέλωτος ποιητὰς μετὰ σκωμμάτων, ἐμμέτρου τε καὶ ἀμέτρου, ὀρχήσεις τε πρὸς τούτοις ἀσελγεῖς καὶ σχήματα ἑταιρικὰ γυναικῶν ἐν ὀρχήσεσιν ἀκολάστοις, αὐλημάτων τε ὀξεῖς καὶ παρανόμουσῥυθμοὺς καὶ κατεαγότα μέλη ἀμούσοις καμπαῖς καὶ πολυφώνων ὀργάνων ποικιλίας.
μόνην δὲ ᾠδὴν μὲν ᾅσεται καὶ παραδέξεται τὴν τῷ Ἐνυαλίῳ πρέπουσαν μάλα ἰσχυρὰν καὶ διάτορον, οὐχ ἡδονὴν οὐδὲ ῥᾳθυμίαν φέρουσαν τοῖς ἀκούουσιν, ἀλλ ἀμήχανον φόβον καὶ θόρυβον, οἱο῀ν ὅ τε Ἄρης αὐτὸς ἤγειρεν, ὀξὺ κατ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ὅ τε Ἀχιλλεὺς ὅτε φθεγξάμενος μόνον, πρὶν ὀφθῆναι, τροπὴν ἐποίησε τῶν Τρώων, καὶ δώδεκα ἀνδράσιν αἴτιος ὑπῆρξεν ὀλέθρου περὶ τοῖς αὐτῶν ἁρ´μασι καὶ ὅπλοις:
καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον, οἱο῀ν ἐκέλευεν Ἀχιλλεὺς, τοῖσἈχαιοῖς τὸν παιᾶνα ἅμα τῇ τοῦ Ἕκτορος ἀγωγῇ πρὸς τὰς ναῦς αὐτὸς ἐξάρχων, νῦν δ ἄγ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δ ἄγωμεν.
ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο. ἔτι δὲ οἶμαι τὴν παρακλητικήν, οἱά ἡ τῶν Λακωνικῶν ἐμβατηρίων, μάλα πρέπουσα τῇ Λυκούργου πολιτείᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ἐκείνοις:
ἄγετ, ὦ Σπάρτας εὐάνδρου κοῦροι πατέρων πολιητᾶν, λαιᾷ μὲν ἴτυν προβάλεσθε, δόρυ δ εὐτόλμως πάλλοντες, μὴ φειδόμενοι τᾶς ζωᾶς: οὐ γὰρ πάτριον τᾷ Σπάρτᾳ. χορεύματα δὲ καὶ χοροὺς ἀνάλογον τούτοις οὐ σφαλλομένους οὐδὲ ἀκρατεῖς, ἀλλὰ ὡς οἱό῀ν τε ἰσχυροὺς καὶ σώφρονας ἐπάγειν ἐν καθεστῶτι ῥυθμῷ:
ὄρχησίν γε μὴν τὴν ἐνόπλιον, τὴν γιγνομένην τοῖς θεοῖς ἀπαρχὴν ἅμα καὶ μελέτην τῶν πολεμικῶν, ἧς φησιν ὁ ποιητὴς καὶ τὸν Μηριόνην ἔμπειρον εἶναι: τῶν γὰρ Τρώων τινὰ πεποίηκε λέγοντα, Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ ς ἔβαλόν περ. ἢ σὺ οἰεί ἄλλην τινὰ ἐπίστασθαι τὸν τοῦ Μόλου υἱόν, ἀριθμούμενον ἐν τοῖς ἀρίστοις τῶν Ἀχαιῶν, ἢ τὴν ἐνόπλιον, τὴν Κουρητικήν, ἥπερ ἦν ἐπιχώριος τοῖς Κρησίν, τὴν ὀξεῖαν καὶ ἐλαφρὰν κίνησιν πρὸς τὸ διακλῖναι καὶ φυλάξασθαι ῥᾳδίως τὸ βέλος·
τούτοις γε μὴν ξυνέπεται μηδὲ εὐχὰς εὔχεσθαι τὸν βασιλέα τοῖς ἄλλοις ὁμοίας μηδὲ αὖ τοὺς θεοὺς καλεῖν οὕτως εὐχόμενον ὥσπερ ὁ Ιὤνων ποιητὴς Ἀνακρέων, ὦναξ, ᾧ δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρέη τ Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι δ ὑψηλὰς ὀρέων κορυφάς, γουνοῦμαί σε, σὺ δ εὐμενὴς ἔλθοις μοι, κεχαρισμένης δ εὐχωλῆς ἐπακούειν:
Κλευβούλῳ δ ἀγαθὸς γενεῦ σύμβουλος, τὸν ἐμὸν δ ἔρωτ, ὦ Δεύνυσε, δέχεσθαι.
ἢ νὴ Δία τὰς τῶν Ἀττικῶν σκολιῶν τε καὶ ἐποινίων εὐχάς, οὐ βασιλεῦσι πρεπούσας, ἀλλὰ δημόταις καὶ φράτορσιν ἱλαροῖς καὶ σφόδρα ἀνειμένοις, ῾β.
π. λ. ιιι π. 649᾿ εἴθε λύρα καλὴ γενοίμαν ἐλεφαντίνη, καὶ με καλοὶ παῖδες φορέοιεν Διονύσιον ἐς χορόν. εἴθ ἄπυρον καλὸν γενοίμαν μέγα χρυσίον, καί με γυνὴ καλὴ φοροίη. πολὺ δὲ μᾶλλον ὡς Ὅμηρος πεποίηκεν εὐχόμενον τὸν βασιλέα τῶν πάντων Ἑλλήνων, Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν, πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα:
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαϊ´ξαι, χαλκῷ ῥωγαλέον, πολέες δ ἀμφ αὐτὸν ἑταῖροι πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. πολλὰ δὲ καὶ ἄλλα ἔχοι τις ἂν εἰπεῖν παρ Ὁμήρῳ παιδεύματα καὶ διδάγματα ἀνδρεῖα καὶ βασιλικά, ὑπὲρ ὧν ἴσως μακρότερον τοῦ νῦν ἐπεξιέναι.
πλὴν ὅτι γε τὴν αὑτοῦ γνώμην ἅπασαν ἀποδείκνυται σαφῶς, ὅτι πάντων ἄριστον οἰέται δεῖν τὸν βασιλέα εἶναι,μάλιστα δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος, ὅτε τὸ πρῶτον παρατάττει τὴν στρατιὰν καὶ τοὺς ἡγεμόνας σύμπαντας καταλέγει καὶ τὸ πλῆθος τῶν νεῶν. ἐκεῖ γὰρ οὐδὲ ἅμιλλαν τῶν ἄλλων οὐδενὶ καταλέλοιπεν ἡρώων πρὸς αὐτόν, ἀλλ ὅσον ταῦρος ἀγέλης ὑπερφέρει κατὰ ῥώμην καὶ μέγεθος, τοσοῦτον διαφέρειν φησὶ τὸν βασιλέα, οὕτως λέγων:
ἠύτε βοῦς ἀγέληφι μέγ ἔξοχος ἔπλετο πάντων ταῦρος:
ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι: τοῖον ἄρ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ, ἐκπρεπέ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. τοῦτο δὲ οὐχ ἁπλῶς εἴρηκεν, ἐμοὶ δοκεῖν, τὴν ἰσχὺν αὐτοῦ μόνον ἐπαινῶν καὶ ἐπιδεῖξαι βουλόμενος:
οὕτω μὲν γὰρ δὴ καὶ λέοντι παραβαλὼν καλῶς ἂν αὐτὸν ἐδόκει ἀφομοιῶσαι: τὸ δὲ ἥμερον τῆς φύσεως ἐνδεικνύμενος καὶ τὴν ὑπὲρ τῶν ἀρχομένων προθυμίαν. ὁ γὰρ ταῦρος οὐκ ἔστι τῶν γενναίων μόνον ζῴων οὐδὲ αὑτοῦ χάριν χρῆται τῇ ἀλκῇ, καθάπερ ὅ τε λέων καὶ σῦς οἵ τε ἀετοί, διώκοντες τὰ λοιπὰ ζῷα καὶ κρείττους γιγνόμενοι τροφῆς ἕνεκα τῆς αὑτῶν: διὸ δὴ καὶ μᾶλλον ἄν τις αὐτοὺς φαίη τυραννίδος παράδειγμα ἢ βασιλείας γεγονέναι. ὁ δὲ ταῦρος σαφῶς, ἐμοὶ δοκεῖν, πρὸς βασιλείαν καὶ βασιλέως εἰκόνα πεποίηται.
τροφῇ τε γὰρ ἑτοίμῃ καὶ διαίτῃ χρῆται νεμόμενος, ὥστε μηδὲν δεῖν βιάζεσθαι μηδὲ πλεονεκτεῖν ταύτης ἕνεκεν, ἀλλ ὥσπερ τοῖς ὀλβίοις βασιλεῦσιν ἀνελλιπῆ καὶ ἄφθονα ὑπάρχει τὰ τῆς ἀναγκαίου κτήσεως. βασιλεύει δὲ καὶ ἄρχει τῶν ὁμοφύλων μετ εὐνοίας, ὡς ἂν εἴποι τις, καὶ κηδεμονίας, τοῦτο μὲν ἐξηγούμενος νομῆς, τοῦτο δὲ θηρίου φανέντος οὐ φεύγων, ἀλλὰ πάσης τῆς ἀγέλης προμαχόμενος καὶ τοῖς ἀσθενέσι βοηθῶν, προθυμούμενος σῴζειν τὸ πλῆθος ἀπὸ τῶν χαλεπῶν καὶ ἀγρίων θηρίων:
ὥσπερ καὶ τὸν ἄρχοντα χρὴ καὶ βασιλέα τῷ ὄντι καὶ τῆς μεγίστης ἐν ἀνθρώποις οὐκ ἀνάξιον τιμῆς. ἐνίοτέ γε μὴν ἄλλης ἀγέλης ἐπιφανείσης ἀγωνίζεται πρὸς τὸν ἐκείνης ἡγεμόνα νίκης ἕνεκα, ὡς κρείττω μὲν αὐτὸν δόξαι, κρείττω δὲ τὴν αὐτοῦ ἀγέλην.
τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν, δικαίωσκαὶ κατὰ φύσιν ἔχοντα τὴν ἡγεμονίαν, καὶ τὸ μὲν πλῆθος σῴζειν τῶν ὑπηκόων, προβουλεύοντα καὶ προπολεμοῦντα, ὅταν δέῃ, καὶ φυλάττοντα ἀπὸ τῶν ἀγρίων καὶ παρανόμων τυράννων, πρὸς δὲ τοὺς ἄλλων βασιλέας, εἴ τινες ἄρα εἰε῀ν, ἁμιλλᾶσθαι περὶ τῆς ἀρετῆς καὶ ζητεῖν, εἰ δυνατὸν εἰή, ἐπ ὠφελείᾳ τῶν ὅποι ποτὲ ἀνθρώπων κρατεῖν:
θεοῖς γε μὴν τοῖς ἀμείνοσιν ἕπεσθαι, καθάπερ οἶμαι νομεῦσιν ἀγαθοῖς, καὶ τὴν κρείττω καὶ μακαριωτέραν φύσιν προτιμᾶν, δεσπότας αὑτοῦ καὶ ἄρχοντας νομίζοντα ἐκείνους, καὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως θεοῦ κτῆμα ἀποφαίνοντα τιμιώτατον πρῶτον μὲν αὑτόν, ἔπειτα τοὺς ἄλλους τοὺς ὑπ αὐτῷ τεταγμένους.
καὶ γὰρ δὴ ὥσπερ οἱ σώφρονες νομεῖς, ἐπειδὰν χαλεπὸς καὶ ἄγριος ταῦρος γενόμενος ἄρχῃ ἀσελγῶς παρὰ φύσιν, τῆς μὲν αὑτοῦ καταφρονῶν ἀγέλης καὶ λυμαινόμενος, τοὺς δὲ ἔξωθεν ἐπιβουλεύοντας ὑποχωρῶν καὶ προβαλλόμενος τὸ ἀδύνατον πλῆθος, μηδενὸς δὲ χαλεποῦ παρόντος ὑβρίζων καὶ θρασυνόμενος, τοῦτομὲν ὀξὺ καὶ ἀπειλητικὸν μυκώμενος, τοῦτο δὲ ὀρθοῖς τοῖς κέρασι παίων τὸν οὐκ ἀνθιστάμενον, ἐπιδεικνύμενος τὴν ἰσχὺν ἐν τοῖς ἥττοσι καὶ τοῖς οὐ μαχομένοις, τὸ δὲ τῶν βοῶν πλῆθος οὐκ ἐῶν νέμεσθαι καθ ἡσυχίαν δι ἔκπληξιν καὶ φόβον:
τότε τοῦτον οἱ δεσπόται καὶ βουκόλοι μετέστησαν καὶ ἠφάνισαν, ὡς οὐκ ἐπιτήδειον οὐδὲ συμφέροντα ἡγεῖσθαι τῆς ἀγέλης: τὸν δὲ πρᾷον μὲν ταῖς ἑπομέναις βουσίν, εὔψυχον δὲ καὶ ἄφοβον πρὸς τὰ θηρία, σεμνὸν δὲ καὶ μεγαλοπρεπῆ καὶ δυνατὸν φυλάττειν καὶ προηγεῖσθαι τῆς ἀγέλης, τοῖς δέ γε νομεῦσιν εἴκοντα καὶ πειθόμενον, ἐῶσι μέχρι γήρως ὑστάτου, κἂν ἤδη βαρύτερος τὸ σῶμα γένηται.
ὡς οὐκ ἄξιον ὄντα βασιλεύειν οὐδὲ κοινωνεῖν τῆς αὑτοῦ τιμῆς καὶ ἐπωνυμίας, μετά τε αἰσχύνης καὶ προπηλακισμοῦ, καθάπερ οἶμαι Φάλαρίν τε καὶ Ἀπολλόδωρον καὶ πολλοὺς ἄλλους τῶν ὁμοίων.
τὸν δέ γε ἀνδρεῖον καὶ φιλάνθρωπον καὶ τοῖς ὑπηκόοις εὔνουν καὶ τιμῶντα μὲν τὴν ἀρετὴν καὶ συναγωνιῶντα μή τινος τῶν ἀγαθῶν δόξῃ φαυλότερος, τοὺς δὲ ἀδίκους μετανοεῖν ἀναγκάζοντα, τοῖς δὲ ἀσθενέσιν ἀρήγοντα, τῆς ἀρετῆς ἀγάμενος ὡς τὸ πολὺ μὲν ἄγει πρὸς γῆρας, καθάπερ ἀκούομεν Κῦρόν τε καὶ Δηιόκην τὸν Μῆδον καὶ Ἰδάνθυρσον τὸν Σκύθην καὶ Λεύκωνα καὶ πολλοὺς τῶν Λακωνικῶν βασιλέων καὶ τῶν ἐν Αἰγύπτῳ πρότερόν τινας:
ἐὰν δὲ τὸ τῆς εἱμαρμένης ἀναγκαῖον ἐπείγῃ πρὸ τοῦ γήρως, ἀλλ οὖν μνήμης γε ἀγαθῆς καὶ παρὰ πᾶσιν εὐφημίας εἰς τὸν ἀεὶ χρόνον ἠξίωσε, καθάπερ, εἶπεν ὁ Ἀλέξανδρος, τὸν ἡμέτερον πρόγονον, τὸν νομισθέντα τοῦ Διὸς διὰ τὴν ἀρετὴν Ἡρακλέα.
ταῦτα δὲ ἀκούσας ὁ Φίλιππος, ἡσθείς, Οὐ μάτην, εἶπεν, Ἀλέξανδρε, περὶ πολλοῦ ποιούμεθα τὸν Ἀριστοτέλη, καὶ τὴν πατρίδα αὐτῷ συνεχωρήσαμεν ἀνακτίζειν, Στάγειρα τῆς Ὀλυνθίας οὖσαν. ὁ γὰρ ἀνὴρ ἄξιος πολλῶν καὶ μεγάλων δωρεῶν, εἰ τοιαῦτά σε διδάσκει περί τε ἀρχῆς καὶ βασιλείας εἴτε Ὅμηρον ἐξηγούμενος εἴτε ἄλλον τρόπον.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기