호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δέ· εἶπεν ὁ Φίλιππος, ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις· οὐδαμῶς, εἶπεν, ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοις τε καὶ ὅπλοις πολεμίων ἀνδρῶν: καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν: ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω, καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기