호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Φίλιππος μικροῦ παροξυνθείς, Ἀλλ ὑπ ἐμοῦ γε βασιλεύῃ, ὦ Ἀλέξανδρε. οὐκ ἔγωγε, εἶπεν: οὐ γὰρ ὡς βασιλέως, ἀλλ ὡς πατρὸς ἀκούω σου. οὐ δήπου καὶ θεᾶς φήσεις μητρὸς γεγονέναι σεαυτόν, ὥσπερ ὁ Ἀχιλλεύς· εἶπεν ὁ Φίλιππος, ἢ Ὀλυμπιάδα συμβαλεῖν ἀξιοῖς Θέτιδι· καὶ ὁ Ἀλέξανδρος ἡσυχῇ μειδιάσας, Ἐμοὶ μέν, εἶπεν, ὦ πάτερ, ἀνδρειοτέρα δοκεῖ πασῶν τῶν Νηρηίδων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기