호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰδὼν οὖν αὐτὴν ὁ Ἡρακλῆσ ᾐδέσθη τε καὶ ἠρυθρίασεν, τιμῶν καὶ σεβόμενοσ, ὡσ ἂν ἀγαθὸσ παῖσ μητέρα γενναίαν. καὶ ἤρετο τίσ ἐστι θεῶν τὸν Ἑρμῆν· ὁ δὲ εἶπεν, Αὕτη σοι μακαρία δαίμων Βασιλεία, Διὸσ βασιλέωσ ἔκγονοσ. ὁ δὲ Ἡρακλῆσ ἐχάρη καὶ ἐθάρρησε πρὸσ αὐτήν. καὶ αὖθισ ἐπήρετο τὰσ σὺν αὐτῇ γυναῖκασ. τίνεσ εἰσίν; ἔφη· ὡσ εὐσχήμονεσ καὶ μεγαλοπρεπεῖσ καὶ ἀρρενωποί. ἥδε μέν, ἔφη, σοι ἡ προσορῶσα γοργόν τε καὶ πρᾷον, ἐκ δεξιῶν καθημένη, Δίκη, πλείστῳ δὴ καὶ φανερωτάτῳ λάμπουσα κάλλει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기