호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐδόκει ἡμῖν βουλευομένοισ προσκαλεῖσθαι τοὺσ ἐπιδεδικασμένουσ κατὰ τὸν νόμον, καὶ ἐκ τῶν ὑπαρχόντων ἀσφαλέστατον εἶναι μὴ ἐν τῷ αὐτῷ ἡμᾶσ ἀμφοτέρουσ τὸν κίνδυνον ποιεῖσθαι πρὸσ τοὺσ ἀμφισβητοῦντασ, ἀλλὰ χωρὶσ ἑκάτερον, καὶ τουτονὶ μὲν Ὀλυμπιόδωρον ὅλου τοῦ κλήρου λαχεῖν, ὥσπερ τὸ πρότερον, καὶ ἀγωνίζεσθαι καθ’ αὑτόν, ἐμὲ δὲ τοῦ ἡμικληρίου, ἐπειδὴ καὶ Κάλλιπποσ ὁ ἀδελφὸσ ὁ ἐμὸσ τοῦ ἡμικληρίου μόνον ἠμφεσβήτει, ὅπωσ, ἐὰν μὲν Ὀλυμπιόδωροσ οὑτοσὶ ἐπιτύχῃ τοῦ ἀγῶνοσ, ἐγὼ κατὰ τὰσ συνθήκασ καὶ τοὺσ ὁρ́κουσ πάλιν τὸ μέροσ λάβοιμι παρὰ τούτου, ἐὰν δ’ ἄρα ἀποτύχῃ καὶ τὰ ἕτερα ψηφίσωνται οἱ δικασταί, οὗτοσ παρ’ ἐμοῦ τὰ μέρη καλῶσ καὶ δικαίωσ ἀπολαμβάνοι, ὥσπερ ὠμόσαμεν ἀλλήλοισ καὶ συνεθέμεθα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기