호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δέ μου λέγοντοσ καὶ διαμαρτυρομένου, κακά με πολλὰ εἰπόντεσ ὁ μὲν Θεόφημοσ ἠκολούθει μόλισ, διατριβὰσ ἐμποιῶν καὶ φάσκων βούλεσθαι καὶ αὐτόσ τινασ παραλαβεῖν μάρτυρασ ταῦτα δ’ ἔλεγεν τεχνάζων τοῦ χρόνον ἐγγενέσθαι, ὁ δ’ Εὐέργοσ οὑτοσὶ εὐθὺσ ἐκ τῆσ πόλεωσ μεθ’ ἑτέρων ὁμοίων αὑτῷ ἐλθὼν εἰσ ἀγρόν, τὰ ὑπόλοιπα σκεύη, εἴ τινα τῇ προτεραίᾳ ἐν τῷ πύργῳ ἦν καὶ οὐκ ἔτυχεν ἔξω ὄντα, ἐπειδὴ δ’ ἐγὼ ἦλθον, διὰ τὴν χρείαν κατηνέχθη, ἐκβαλὼν τὴν θύραν ἥνπερ καὶ τῇ προτεραίᾳ ἐξέβαλον κακῶσ ἐνεστηκυῖαν, ᾤχετό μου λαβὼν τὰ σκεύη· ᾧ οὔτε δίκην ὠφλήκειν, οὔτε συμβόλαιον ἦν μοι πρὸσ αὐτὸν οὐδέν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기