호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ μὲν τοίνυν ἐστὶν ἀληθῆ τὰ μεμαρτυρημένα, οὔτ’ αὐτὸν τοῦτον οὔτ’ ἄλλον ὑπὲρ τούτου δεῖξαι δυνήσεσθαι νομίζω. ἀκούω δ’ αὐτὸν τοιοῦτόν τι παρεσκευάσθαι λέγειν, ὡσ προκλήσεώσ ἐστιν ὑπεύθυνοσ, οὐχὶ μαρτυρίασ, καὶ δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον, οὐ πάντων τῶν γεγραμμένων, εἴ τε προὐκαλεῖτό με ταῦτα Φορμίων ἢ μή, καὶ εἰ μὴ ἐδεχόμην ἐγώ· ταῦτα μὲν γὰρ ἁπλῶσ αὐτὸσ μεμαρτυρηκέναι φήσει, τὰ δ’ ἄλλ’ ἐκεῖνον προκαλεῖσθαι, εἰ δ’ ἐστὶν ἢ μὴ ταῦτα, οὐδὲν προσήκειν αὑτῷ σκοπεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기