호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὲ ταὔτ’ ἐνῆν, τὸν παρασχόντ’ αὐτὸν ἠξίουν μαρτυρεῖν. ἐθελήσαντοσ μέν γ’ ὑπεύθυνον ἐλάμβανον, εἰ δ’ ἔφευγε, πάλιν αὐτὸ τοῦθ’ ἱκανὸν τεκμήριον ἦν μοι τοῦ πεπλάσθαι τὸ πρᾶγμα. καὶ δὴ καὶ συνέβαινεν ἐκείνωσ μὲν ἕν’ εἶναι πρὸσ ὃν τὰ πράγματ’ ἐγίγνετό μοι, ὡσ δ’ οὗτοι μεμαρτυρήκασι, πρὸσ πολλούσ. ἔστιν οὖν ὅστισ <ἂν> ὑμῶν ταῦθ’ εἵλετο; ἐγὼ μὲν οὐδέν’ ἡγοῦμαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기