호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν γὰρ ἐφ’ ἡμῖν ἦν ὥστε δείξασιν τὰ περὶ τοῦ γένουσ καὶ τῆσ διαμαρτυρίασ αὐτῆσ καταβῆναι καὶ μηδενὸσ ἔτι πλείονοσ λόγου προσδεῖσθαι, σχεδόν τι τῶν μεγίστων εἰρημένων οὐκ ἂν ἠνωχλοῦμεν τὰ πλείω. ἐπειδὴ δὲ οὗτοι τοῖσ μὲν νόμοισ οὐκ ἐνισχυριοῦνται, τῷ δὲ προειληφέναι τι τῶν πραγμάτων ἐκ τοῦ ἄνωθεν χρόνου καὶ τῷ ἐμβεβατευκέναι εἰσ τὴν οὐσίαν, τούτοισ τεκμηρίοισ χρώμενοι φήσουσι κληρονομεῖν, ἀναγκαῖον ἴσωσ καὶ περὶ τούτων ἐστὶν εἰπεῖν καὶ δεῖξαι τούτουσ πάντων ἀνθρώπων βιαιοτάτουσ ὄντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기