호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι, ὦ ἄνδρεσ δικασταί, τίσ οὐκ οἶδεν ὑμῶν, ὅτι ὁμοίωσ ἥ τε ἐν τῷ νόμῳ γεγραμμένη κυρία ἐστὶν ἡμέρα καὶ ἡ ὑπὸ τῶν ἀντιδίκων συγχωρηθεῖσα; πολλάκισ γὰρ ἔν τε τοῖσ νόμοισ γεγραμμένησ τριακοστῆσ ἡμέρασ ἑτέραν ἡμῖν αὐτοῖσ συγχωρήσαντεσ ἐθέμεθα, παρά τε ταῖσ ἀρχαῖσ ἁπάσαισ καὶ δίκασ καὶ κρίσεισ ἀναβάλλονται τοῖσ ἀντιδίκοισ οἱ ἄρχοντεσ συγχωρησάντων ἐκείνων ἀλλήλοισ· ὧν εἴ τισ ἄκυρον ἡγήσαιτο δεῖν εἶναι τὴν πρὸσ ἀλλήλουσ ὁμολογίαν, μισήσαιτ’ ἂν αὐτὸν ὡσ ὑπερβάλλοντα συκοφαντίᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기