- 텍스트

Demosthenes, Speeches 41-50, Πρὸς Πολυκλέα περὶ τοῦ Ἐπιτριηραρχήματος? 58:

(데모스테네스, Speeches 41-50, Πρὸς Πολυκλέα περὶ τοῦ Ἐπιτριηραρχήματος 58:)

σὺ οὖν, ἔφη, τὸν πλοῦν τοῦτον οἶσθα ἐφ ὅ τι πλεῖς ἢ ποῖ· ἀποκριναμένου δέ μου ὅτι οὐκ εἰδείην, ἀλλ ἐγώ σοι, ἔφη, ἐρῶ: δεῖ γάρ σε ἀκούσαντα ὀρθῶς βουλεύσασθαι. μέλλεις γάρ, ἔφη, ἄγειν ἄνδρα φυγάδα, οὗ Ἀθηναῖοι θάνατον δὶς κατεψηφίσαντο, Καλλίστρατον ἐκ Μεθώνης εἰς Θάσον ὡς Τιμόμαχον τὸν κηδεστήν, ὡς ἐγώ, ἔφη, πέπυσμαι τῶν παίδων τῶν Καλλίππου. σὺ οὖν, ἐὰν σωφρονῇς, οὐδένα τῶν φευγόντων ἐάσεις ἐπὶ τὴν ναῦν ἀναβαίνειν: οὐ γὰρ ἐῶσιν οἱ νόμοι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION