호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταῦτα ὅτι ἀληθῆ λέγω πρὸσ ὑμᾶσ, τούτων ὑμῖν ἀναγνώσεται τὰσ μαρτυρίασ τῶν τε τὰ στρατιωτικὰ τότε εἰσπραττόντων καὶ τῶν ἀποστολέων, καὶ τοὺσ μισθοὺσ οὓσ ταῖσ ὑπηρεσίαισ καὶ τοῖσ ἐπιβάταισ κατὰ μῆνα ἐδίδουν, παρὰ τῶν στρατηγῶν σιτηρέσιον μόνον λαμβάνων, πλὴν δυοῖν μηνοῖν μόνον μισθὸν ἐν πέντε μησὶν καὶ ἐνιαυτῷ, καὶ τοὺσ ναύτασ τοὺσ μισθωθέντασ, καὶ ὅσον ἕκαστοσ ἔλαβεν ἀργύριον, ἵν’ ἐκ τούτων εἰδῆτε τὴν ἐμὴν προθυμίαν, καὶ οὗτοσ δι’ ὅ τι παραλαβεῖν παρ’ ἐμοῦ τὴν ναῦν οὐκ ἤθελεν, ἐπειδή μοι ὁ χρόνοσ ἐξῆλθεν τῆσ τριηραρχίασ. Μαρτυρίαι ὅτι μὲν τοίνυν οὐ ψεύδομαι πρὸσ ὑμᾶσ περὶ ὧν εἶπον, ὦ ἄνδρεσ δικασταί, τῶν μαρτυριῶν ἀναγιγνωσκομένων ἀκηκόατε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기