- 텍스트

Demosthenes, Speeches 41-50, Πρὸς Σπουδίαν ὑπὲρ Προικός? 34:

(데모스테네스, Speeches 41-50, Πρὸς Σπουδίαν ὑπὲρ Προικός 34:)

οὐ μὴν ἀλλ εἰ πάντα ταῦθ ὡς ἀληθῶς συνέβη, οὐ δήπου δίκαιον ἐμὲ τὴν ὁμολογηθεῖσαν προῖκα μὴ λαβεῖν, εἴπερ ὄφελός τι τῶν νόμων ἐστίν, οὐδέ γε τὸν Πολύευκτον, εἰ τῶν θυγατέρων ἐβούλετο τῇ μὲν ἐλάττω, τῇ δὲ πλείω προῖκ ἐπιδοῦναι, διακωλυθῆναι νῦν: σοὶ γὰρ αὐτῷ μὴ λαμβάνειν ἐξῆν, ὦ Σπουδία, μὴ προστιθεμένων ὥσπερ ἐμοὶ τῶν χιλιῶν. ἀλλ οὐδὲν ἔλαττον εἶχες, ὡς ἐγὼ διδάξω. πρῶτον δ ἐφ οἷς ἐξέδοτο τούτῳ, λαβέ μοι τὴν μαρτυρίαν. Μαρτυρία πῶς οὖν οὐδὲν ἔλαττον ἔχει, φήσει τις, εἰ τούτῳ μὲν ἐν ταῖς τετταράκοντα μναῖς ἐνετιμᾶτο τὰ χρυσία καὶ τὰ ἱμάτια τῶν χιλιῶν, ἐμοὶ δ αἱ δέκα μναῖ χωρὶς προσαπεδίδοντο·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION