호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω δέδοικ’ ἐγὼ μὴ πάθηθ’ ὑμεῖσ, ἐπειδὰν εἰδῆτ’ ἐκλογιζόμενοι μηδὲν ἔθ’ ὑμῖν ἐνόν. καίτοι μὴ γένοιτο μέν, ὦ ἄνδρεσ Ἀθηναῖοι, τὰ πράγματ’ ἐν τούτῳ· τεθνάναι δὲ μυριάκισ κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππου καὶ προέσθαι τῶν ὑπὲρ ὑμῶν λεγόντων τινάσ. καλήν γ’ οἱ πολλοὶ νῦν ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖσ Φιλίππου φίλοισ ἐπέτρεψαν αὑτούσ, τὸν δ’ Εὐφραῖον ἐώθουν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기