호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσφέρειν ἐκέλευον, οἱ δ’ οὐδὲν δεῖν ἔφασαν· πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δ’ ἄγειν εἰρήνην, ἑώσ ἐγκατελήφθησαν. τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθ’, ἵνα μὴ καθ’ ἕκαστα λέγω· οἱ μὲν ἐφ’ οἷσ χαριοῦνται, ταῦτ’ ἔλεγον, οἱ δ’ ἐξ ὧν ἔμελλον σωθήσεσθαι. πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτωσ πρὸσ χάριν οὐδὲ δι’ ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλ’ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖσ ὅλοισ ἡττᾶσθαι ἐνόμιζον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기