호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι προστάται μὲν ὑμεῖσ ἑβδομήκοντ’ ἔτη καὶ τρία τῶν Ἑλλήνων ἐγένεσθε, προστάται δὲ τριάκονθ’ ἑνὸσ δέοντα Λακεδαιμόνιοι· ἴσχυσαν δέ τι καὶ Θηβαῖοι τουτουσὶ τοὺσ τελευταίουσ χρόνουσ μετὰ τὴν ἐν Λεύκτροισ μάχην. ἀλλ’ ὅμωσ οὔθ’ ὑμῖν οὔτε Θηβαίοισ οὔτε Λακεδαιμονίοισ οὐδεπώποτ’, ὦ ἄνδρεσ Ἀθηναῖοι, συνεχωρήθη τοῦθ’ ὑπὸ τῶν Ἑλλήνων, ποιεῖν ὅ τι βούλοισθε, οὐδὲ πολλοῦ δεῖ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기