호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι ταῦτα πράττων τί ἐποίει; εἰρήνην μὲν γὰρ ὠμωμόκει. καὶ μηδεὶσ εἴπῃ, τί δὲ ταῦτ’ ἐστίν, ἢ τί τούτων μέλει τῇ πόλει; εἰ μὲν γὰρ μικρὰ ταῦτα, ἢ μηδὲν ὑμῖν αὐτῶν ἔμελεν, ἄλλοσ ἂν εἰή λόγοσ οὗτοσ· τὸ δ’ εὐσεβὲσ καὶ τὸ δίκαιον, ἄν τ’ ἐπὶ μικροῦ τισ ἄν τ’ ἐπὶ μείζονοσ παραβαίνῃ, τὴν αὐτὴν ἔχει δύναμιν. φέρε δὴ νῦν, ἡνίκ’ εἰσ Χερρόνησον, ἣν βασιλεὺσ καὶ πάντεσ οἱ Ἕλληνεσ ὑμετέραν ἐγνώκασιν εἶναι, ξένουσ εἰσπέμπει καὶ βοηθεῖν ὁμολογεῖ καὶ ἐπιστέλλει ταῦτα, τί ποιεῖ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기