- 텍스트

Demosthenes, Speeches, Περὶ τῶν ἐν Χερρονήσῳ? 40:

(데모스테네스, Speeches, Περὶ τῶν ἐν Χερρονήσῳ 40:)

νῦν δὲ δημαγωγοῦντες ὑμᾶς καὶ χαριζόμενοι καθ ὑπερβολὴν οὕτω διατεθήκασιν, ὥστ ἐν μὲν ταῖς ἐκκλησίαις τρυφᾶν καὶ κολακεύεσθαι πάντα πρὸς ἡδονὴν ἀκούοντας, ἐν δὲ τοῖς πράγμασι καὶ τοῖς γιγνομένοις περὶ τῶν ἐσχάτων ἤδη κινδυνεύειν. φέρε γὰρ πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρείκατε καιρῶν διὰ ῥᾳθυμίαν, καὶ ἔροινθ ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, πέμπεθ ὡς ἡμᾶς ἑκάστοτε πρέσβεις, καὶ λέγεθ ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι, καὶ ὡς φυλάττεσθαι δεῖ τὸν ἄνθρωπον, καὶ πάντα τὰ τοιαυτί·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION