호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λαμβάνουσι δ οἱ μὲν ἔχοντες μίαν ἢ δύο ναῦς ἐλάττονα, οἱ δὲ μείζω δύναμιν πλείονα. καὶ διδόασιν οἱ διδόντες οὔτε τὰ μικρὰ οὔτε τὰ πολλὰ ἀντ οὐδενός οὐ γὰρ οὕτω μαίνονται, ἀλλ ὠνούμενοι μὴ ἀδικεῖσθαι τοὺς παρ αὑτῶν ἐκπλέοντας ἐμπόρους, μὴ συλᾶσθαι, παραπέμπεσθαι τὰ πλοῖα τὰ αὑτῶν, τὰ τοιαῦτα: φασὶ δ εὐνοίας διδόναι, καὶ τοῦτο τοὔνομ ἔχει τὰ λήμματα ταῦτα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기