호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ γάρ τισ ἔροιτο Φίλιππον, εἰπέ μοι, πότερ’ ἂν βούλοιο τούτουσ τοὺσ στρατιώτασ οὓσ Διοπείθησ νῦν ἔχει, τοὺσ ὁποιουστινασοῦν οὐδὲν γὰρ ἀντιλέγω εὐθενεῖν καὶ παρ’ Ἀθηναίοισ εὐδοξεῖν καὶ πλείουσ γίγνεσθαι τῆσ πόλεωσ συναγωνιζομένησ, ἢ διαβαλλόντων τινῶν καὶ κατηγορούντων διασπασθῆναι καὶ διαφθαρῆναι; ταῦτ’ ἂν οἶμαι φήσειεν. εἶθ’ ἃ Φίλιπποσ ἂν εὔξαιτο τοῖσ θεοῖσ, ταῦθ’ ἡμῶν τινεσ ἐνθάδε πράττουσιν; εἶτ’ ἔτι ζητεῖτε πόθεν τὰ τῆσ πόλεωσ ἀπόλωλεν ἅπαντα;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기