호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκέλευεν οὖν τοὺσ λέγοντασ ἐν τῷ δήμῳ τῇ μὲν εἰρήνῃ μὴ ἐπιτιμᾶν· οὐ γὰρ ἄξιον εἶναι εἰρήνην λύειν· εἰ δέ τι μὴ καλῶσ γέγραπται ἐν τῇ εἰρήνῃ, τοῦτ’ ἐπανορθώσασθαι, ὡσ ἅπαντα Φίλιππον ποιήσοντα ὅσ’ ἂν ὑμεῖσ ψηφίσησθε. ἂν δὲ διαβάλλωσι μέν, αὐτοὶ δὲ μηδὲν γράφωσι δι’ οὗ ἡ μὲν εἰρήνη ἔσται, παύσεται δ’ ἀπιστούμενοσ ὁ Φίλιπποσ, μὴ προσέχειν τὸν νοῦν τοῖσ τοιούτοισ ἀνθρώποισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기