호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ ἄνδρεσ Ἀθηναῖοι, οὐκ ἔστιν ὅπωσ αἱ αἰτίαι, ἃσ Φίλιπποσ αἰτιᾶται τοὺσ ὑπὲρ τῶν δικαίων πρὸσ ὑμᾶσ λέγοντασ, κωλύσουσι συμβούλουσ ἡμᾶσ γίγνεσθαι ὑπὲρ τῶν ὑμῖν συμφερόντων· δεινὸν γὰρ ἂν εἰή, εἰ τὴν ἐπὶ τοῦ βήματοσ παρρησίαν αἱ παρ’ ἐκείνου πεμπόμεναι ἐπιστολαὶ ἀνέλοιεν. ἐγὼ δ’ ὑμῖν, ὦ ἄνδρεσ Ἀθηναῖοι, βούλομαι πρῶτον μὲν περὶ ὧν Φίλιπποσ ἐπέσταλκε, περὶ τούτων διεξελθεῖν· ὕστερον δέ, περὶ ὧν οἱ πρέσβεισ λέγουσι, καὶ ἡμεῖσ λέξομεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기