호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἄχρι τῆσ ἴσησ ἕκαστόσ ἐστιν εὔνουσ οὔθ’ ἡμῖν οὔτε Θηβαίοισ, σῶσ τ’ εἶναι καὶ κρατεῖν τῶν ἄλλων, ἀλλὰ σῶσ μὲν εἶναι πάντεσ ἂν βούλοινθ’ ἕνεχ’ αὑτῶν, κρατήσαντασ δὲ τοὺσ ἑτέρουσ δεσπότασ ὑπάρχειν αὑτῶν οὐδὲ εἷσ. τί οὖν ἡγοῦμαι φοβερὸν καὶ τί φυλάξασθαι δεῖν ἡμᾶσ; μὴ κοινὴν πρόφασιν καὶ κοινὸν ἔγκλημ’ ὁ μέλλων πόλεμοσ πρὸσ ἅπαντασ λάβῃ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기