- 텍스트

Demosthenes, Speeches, Κατὰ Φιλίππου Α? 58:

(데모스테네스, Speeches, Κατὰ Φιλίππου Α 58:)

πῶς οὖν ταῦτα παύσεται· ὅταν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς αὐτοὺς ἀποδείξητε στρατιώτας καὶ μάρτυρας τῶν στρατηγουμένων καὶ δικαστὰς οἴκαδ ἐλθόντας τῶν εὐθυνῶν, ὥστε μὴ ἀκούειν μόνον ὑμᾶς τὰ ὑμέτερ αὐτῶν, ἀλλὰ καὶ παρόντας ὁρᾶν. νῦν δ εἰς τοῦθ ἥκει τὰ πράγματ αἰσχύνης ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ τρὶς κρίνεται παρ ὑμῖν περὶ θανάτου, πρὸς δὲ τοὺς ἐχθροὺς οὐδεὶς οὐδ ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θανάτου τολμᾷ, ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν θάνατον μᾶλλον αἱροῦνται τοῦ προσήκοντος: κακούργου μὲν γάρ ἐστι κριθέντ ἀποθανεῖν, στρατηγοῦ δὲ μαχόμενον τοῖς πολεμίοις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION