호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν οἶμαι δεῖν ὑπάρχειν ἐπὶ τὰσ ἐξαίφνησ ταύτασ ἀπὸ τῆσ οἰκείασ χώρασ αὐτοῦ στρατείασ εἰσ Πύλασ καὶ Χερρόνησον καὶ Ὄλυνθον καὶ ὅποι βούλεται· δεῖ γὰρ ἐκείνῳ τοῦτ’ ἐν τῇ γνώμῃ παραστῆσαι, ὡσ ὑμεῖσ ἐκ τῆσ ἀμελείασ ταύτησ τῆσ ἄγαν, ὥσπερ εἰσ Εὔβοιαν καὶ πρότερόν ποτέ φασιν εἰσ Ἁλίαρτον καὶ τὰ τελευταῖα πρώην εἰσ Πύλασ, ἴσωσ ἂν ὁρμήσαιτε ‐ οὔτοι παντελῶσ, οὐδ’ εἰ μὴ ποιήσαιτ’ ἂν τοῦτο, ὡσ ἔγωγέ φημι δεῖν, εὐκαταφρόνητόν ἐστιν ‐ ἵν’ ἢ διὰ τὸν φόβον εἰδὼσ εὐτρεπεῖσ ὑμᾶσ εἴσεται γὰρ ἀκριβῶσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기