호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δ’ οὐδέποτ’, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντασ· ὁποῖ’ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημ’ ἔχειν. ταῦτα μὰ τὴν Δήμητρ’ οὐκ ἂν θαυμάσαιμ’ εἰ μείζων εἰπόντι ἐμοὶ γένοιτο παρ’ ὑμῶν βλάβη τῶν πεποιηκότων αὐτὰ γενέσθαι· οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρ’ ὑμῖν ἐστιν, ἀλλ’ ἔγωγ’ ὅτι καὶ νῦν γέγονεν θαυμάζω.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기