호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ τισ ἡμῖν ἔχει καὶ τὰ θεωρικὰ ἐᾶν καὶ πόρουσ ἑτέρουσ λέγειν στρατιωτικούσ, οὐχ οὗτοσ κρείττων; εἴποι τισ ἄν. φήμ’ ἔγωγε, εἴπερ ἔστιν, ὦ ἄνδρεσ Ἀθηναῖοι· ἀλλὰ θαυμάζω εἴ τῴ ποτ’ ἀνθρώπων ἢ γέγονεν ἢ γενήσεται, ἂν τὰ παρόντ’ ἀναλώσῃ πρὸσ ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸσ ἃ δεῖ. ἀλλ’, οἶμαι, μέγα τοῖσ τοιούτοισ ὑπάρχει λόγοισ ἡ παρ’ ἑκάστου βούλησισ, διόπερ ῥᾷστον ἁπάντων ἐστὶν αὑτὸν ἐξαπατῆσαι· ὃ γὰρ βούλεται, τοῦθ’ ἕκαστοσ καὶ οἰέται, τὰ δὲ πράγματα πολλάκισ οὐχ οὕτω πέφυκεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기