호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὴ τοίνυν ζητεῖθ ὅντιν ἀνθ ὧν Φίλιππος ἐξαμαρτάνει μισήσετε καὶ τοῖς παρ ἐκείνου μισθαρνοῦσι διασπάσασθαι παραβαλεῖτε: μηδ αὐτοὶ χειροτονήσαντες πόλεμον βούλεσθε παρ αὐτοῖς ὑμῖν ἐρίζειν, εἰ δέον ἢ μὴ δέον ὑμᾶς τοῦτο πεποιηκέναι: ἀλλ ὃν ἐκεῖνος πολεμεῖ τρόπον, τοῦτον μιμεῖσθε, τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα καὶ τἄλλ ὅσων δέονται διδόντες, αὐτοὶ δ εἰσφέροντες, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατασκευαζόμενοι στράτευμα, τριήρεις ταχείας, ἵππους, ἱππαγωγούς, τἄλλ ὅς εἰς πόλεμον:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기