호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τηνικαῦτα γὰρ αἱ χιόνεσ αἱ ἐπὶ τοῖσ ὄρεσι τοῖσ Ἀρμενίοισ κατατηκόμεναι αὔξουσιν αὐτῷ τὸ ὕδωρ ἐπὶ μέγα. ὅτι δὲ ἐπιπολῆσ ἐστιν αὐτῷ καὶ ὑψηλὸσ ὁ ῥοῦσ, ὑπερβάλλει ἐσ τὴν χώραν, εἰ μή τισ ἀναστομώσασ αὐτὸν κατὰ τὸν Πολλακόπαν ἐσ τὰ ἕλη τε ἐκτρέψειε καὶ τὰσ λίμνασ, αἳ δὴ ἀρχόμεναι ἀπὸ ταύτησ τῆσ διώρυχοσ διήκουσιν> ἔστε ἐπὶ τὴν ξυνεχῆ τῇ Ἀράβων γῇ, καὶ ἔνθεν μὲν ἐσ τέναγοσ ἐπὶ πολύ, ἐκ δὲ τοῦ ἐσ θάλασσαν κατὰ πολλά τε καὶ ἀφανῆ στόματα ἐκδίδωσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기