- 텍스트

Arrian, Anabasis, book 7, chapter 12 6:

(아리아노스, Anabasis, book 7, chapter 12 6:)

καὶ τυχὸν οὐκ ἐς ἀτιμίαν τὴν Ἀντιπάτρου ἡ μετάπεμψις αὐτοῦ ἔφερεν, ἀλλ᾿ ὡς μή τι ἐκ τῆς διαφορᾶς αὐτοῖς γένοιτο ἄχαρι ἐς ἀλλήλους καὶ οὐδὲ αὐτῷ ἰάσιμον.? ἐπεὶ οὐδὲ ἐπαύοντο Ἀλεξάνδρῳ γράφοντες ὁ μὲν τὴν αὐθάδειάν τε τῆς Ὀλυμπιάδος καὶ ὀξύτητα καὶ πολυπραγμοσύνην, ἥκιστα δὴ τῇ Ἀλεξάνδρου μητρὶ εὐσχήμονα, ὥστε καὶ λόγος τις τοιόσδε ἐφέρετο Ἀλεξάνδρου ἐφ᾿ οἷς ὑπὲρ τῆς μητρὸς αὐτῷ ἐξηγγέλλετο, βαρὺ δὴ τὸ ἐνοίκιον τῶν δέκα μηνῶν εἰσπράττεσθαι αὑτοῦ τὴν μητέρα:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION