호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταῦτα μὲν τὰ ἐκ τοῦ πατρὸσ τοῦ ἐμοῦ ἐσ ὑμᾶσ ὑπηργμένα, ὡσ μὲν αὐτὰ ἐφ̓ ἑαυτῶν σκέψασθαι μεγάλα, μικρὰ δὲ ὥσ γε δὴ πρὸσ τὰ ἡμέτερα ξυμβαλεῖν. ὃσ παραλαβὼν παρὰ τοῦ πατρὸσ χρυσᾶ μὲν καὶ ἀργυρᾶ ἐκπώματα ὀλίγα, τάλαντα δὲ οὐδὲ ἑξήκοντα ἐν τοῖσ θησαυροῖσ, χρεῶν δὲ ὀφειλόμενα ὑπὸ Φιλίππου ἐσ πεντακόσια τάλαντα, δανεισάμενοσ ἐπὶ τούτοισ αὐτὸσ ἄλλα ὀκτακόσια ὁρμηθεὶσ ἐκ τῆσ χώρασ τῆσ γε οὐδὲ ὑμᾶσ αὐτοὺσ βοσκούσησ καλῶσ εὐθὺσ μὲν τοῦ Ἑλληπόντου ὑμῖν τὸν πόρον θαλασσοκρατούντων ἐν τῷ τότε Περσῶν ἀνεπέτασα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기