- 텍스트

Arrian, Anabasis, book 7, chapter 5

(아리아노스, Anabasis, book 7, chapter 5)

Καὶ τὰ χρέα ἐπιλύσασθαι τῆς στρατιᾶς ὅσοις χρέα ἦν ἐν καιρῷ οἱ ἔδοξε, καὶ κελεύει ἀπογράφεσθαι ὁπόσον ὀφείλει ἕκαστος, ὡς ληψομένους.? καὶ τὰ μὲν πρῶτα ὀλίγοι ἀπέγραψαν σφῶν τὰ ὀνόματα δεδιότες ἐξ Ἀλεξάνδρου μὴ πεῖρα αὕτη εἰή καθειμένη, ὅτῳ οὐκ ἀποχρῶσα ἡ μισθοφορὰ τῶν στρατιωτῶν ἐστι καὶ ὅτῳ πολυτελὴς ἡ δίαιτα. ὡς δὲ ἐξήγγελτο ὅτι οὐκ ἀπογράφουσι σφᾶς οἱ πολλοί, ἀλλ᾿ ἐπικρύπτουσιν ὅτῳ τι εἰή συμβόλαιον, τὴν μὲν ἀπιστίαν τῶν στρατιωτῶν ἐκάκισεν:

οὐ γὰρ χρῆναι οὔτ᾿ οὖν τὸν βασιλέα ἄλλο τι ἢ ἀληθεύειν πρὸς τοὺς ὑπηκόους, οὔτε τῶν ἀρχομένων τινὰ ἄλλο τι ἢ ἀληθεύειν δοκεῖν τὸν βασιλέα. καταθεὶς δὲ τραπέζας ἐν τῷ στρατοπέδῳ καὶ ἐπὶ τούτων χρυσίον καὶ τοὺς ἐπιμελησομένους τῆς δόσεως ἑκάστοις, ὅστις συμβόλαιον ἐπεδείκνυτο, ἐπιλύεσθαι τὰ χρέα ἐκέλευεν οὐκ ἀπογραφομένους ἔτι τὰ ὀνόματα.

καὶ οὕτω δὴ ἐπίστευσάν τε ἀληθεύειν ᾿ λέξανδρον καὶ σὺν χάριτι μείζονι ἐγίγνετο αὐτοῖς τὸ μὴ γνωσθῆναι μᾶλλόν τι ἢ τὸ παύσασθαι ὀφείλοντας. λέγεται δὲ γενέσθαι ἡ δόσις αὕτη τῇ στρατιᾷ ἐς τάλαντα δισμύρια. Ἔδωκεν δὲ καὶ δῶρα ἄλλοις ἄλλα, ὅπως τις κατ᾿ ἀξίωσιν ἐτιμᾶτο ἢ κατ᾿ ἀρετὴν εἴ τις ἐπιφανὴς ἐγεγόνει ἐν τοῖς κινδύνοις.

καὶ τοῦτον ὑπερασπίσαντα, καὶ διὰ τοὺς ἐν Ἰνδοῖς κινδύνους καὶ τὴν ἐν Ὤροις νίκην γενομένην, ὅτι παραταξάμενος σὺν τῇ ὑπολειφθείσῃ δυνάμει πρὸς τοὺς νεωτερίζοντας τῶν τε Ὠρειτῶν καὶ τῶν πλησίον τούτων ᾠκισμένων τῇ τε μάχῃ ἐκράτησε καὶ τὰ ἄλλα καλῶς ἔδοξε τὰ ἐν Ὤροις κοσμῆσαι.

ἐπὶ τούτοις δὲ Νέαρχον ἐπὶ τῷ περίπλῳ τῷ ἐκ τῆς Ἰνδῶν γῆς κατὰ τὴν μεγάλην θάλασσαν ἐστεφάνωσε:

καὶ γὰρ καὶ οὗτος ἤδη ἀφιγμένος ἐς Σοῦσα ἦν: ἐπὶ τούτοις δὲ Ὀνησίκριτον τὸν κυβερνήτην τῆς νεὼς τῆς βασιλικῆς: ἔτι δὲ Ἡφαιστίωνα καὶ τοὺς ἄλλους τοὺς σωματοφύλακας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION