호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δ ἔστιν ὦ βέλτιστε·? τί γὰρ ἀλλ ἢ κακῶς· ἀφ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν, ἀπόλωλ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω, καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός. ἡ δ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν· θύειν ἔτ οὐδεὶς ἀξιοῖ. τίνος οὕνεκα· ὅτι πάντες εἰσὶ πλούσιοι: καίτοι τότε, ὅτ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν δίκην ἀποφυγών, ὁ δ ἂν ἐκαλλιερεῖτό τις κἀμέ γ ἐκάλει τὸν ἱερέα: νῦν δ οὐδὲ εἷς θύει τὸ παράπαν οὐδὲν οὐδ εἰσέρχεται, πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις· τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ χαίρειν ἐάσας ἐνθάδ αὐτοῦ καταμένειν. θάρρει: καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ. ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε, αὐτόματος ἥκων. πάντ ἀγαθὰ τοίνυν λέγεις. ἱδρυσόμεθ οὖν αὐτίκα μάλ, ἀλλὰ περίμενε τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ. ἀλλ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας, ἵν ἔχων προηγῇ τῷ θεῷ σύ. πάνυ μὲν οὖν δρᾶν ταῦτα χρή. τὸν Πλοῦτον ἔξω τις κάλει. ἐγὼ δὲ τί ποιῶ· τὰς χύτρας, αἷς τὸν θεὸν ἱδρυσόμεθα, λαβοῦς ἐπὶ τῆς κεφαλῆς φέρε σεμνῶς: ἔχουσα δ ἦλθες αὐτὴ ποικίλα. ὧν δ οὕνεκ ἦλθον· πάντα σοι πεπράξεται. ἥξει γὰρ ὁ νεανίσκος ὡς ς εἰς ἑσπέραν. ἀλλ εἴ γε μέντοι νὴ Δί ἐγγυᾷ σύ μοι ἥξειν ἐκεῖνον ὡς ἔμ, οἴσω τὰς χύτρας. καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία αὗται ποιοῦσι: ταῖς μὲν ἄλλαις γὰρ χύτραις ἡ γραῦς ἔπεστ ἀνωτάτω, ταύτης δὲ νῦν τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기