- 텍스트

Aristophanes, Plutus, Episode 2:

(아리스토파네스, Plutus, Episode 2:)

ἆ ἆ, τὴν δᾷδα μή μοι πρόσφερ.? εὖ μέντοι λέγει. ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται. βούλει διὰ χρόνου πρός με παῖσαι· ποῖ τάλαν· αὐτοῦ, λαβοῦσα κάρνα. παιδιὰν τίνα· πόσους ἔχεις ὀδόντας. ἀλλὰ γνώσομαι κἄγωγ: ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας. ἀπότεισον: ἕνα γὰρ γόμφιον μόνον φορεῖ. ταλάντατ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε. οὐ δῆτ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει, εἰ δ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον, ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη. γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς. πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ. μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γ ὦ βδελυρὲ σύ. μὰ τὴν Ἑκάτην οὐ δῆτα: μαινοίμην γὰρ ἄν. ἀλλ ὦ νεανίσκ οὐκ ἐῶ τὴν μείρακα μισεῖν σε ταύτην. ἀλλ ἔγωγ ὑπερφιλῶ. καὶ μὴν κατηγορεῖ γέ σου. τί κατηγορεῖ· εἶναί ς ὑβριστήν φησι καὶ λέγειν ὅτι πάλαι ποτ ἦσαν ἄλκιμοι Μιλήσιοι. ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι. τὸ τί· αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ οὐκ ἄν ποτ ἄλλῳ τοῦτ ἐπέτρεψ ἐγὼ ποιεῖν: νῦν δ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα. οἶδ οἶδα τὸν νοῦν: οὐκέτ ἀξιοῖς ἴσως εἶναι μετ αὐτῆς. ὁ δ ἐπιτρέψων ἐστὶ τίς· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων. ὅμως δ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους πίνειν, συνεκποτέ ἐστί σοι καὶ τὴν τρύγα. ἀλλ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά. οὐκοῦν τρύγοιπος ταῦτα πάντ ἰάσεται. ἀλλ εἴσιθ εἴσω: τῷ θεῷ γὰρ βούλομαι ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ οὓς ἔχω. ἐγὼ δέ γ αὐτῷ καὶ φράσαι τι βούλομαι. ἐγὼ δέ γ οὐκ εἴσειμι. θάρρει, μὴ φοβοῦ. οὐ γὰρ βιάσεται. πάνυ καλῶς τοίνυν λέγεις. ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον. βάδιζ: ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι. ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION