호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν, ἔπειτα πλουτῶν οὐκέθ ἥδεται φακῇ:? πρὸ τοῦ δ ὑπὸ τῆς πενίας ἅπανθ ὑπήσθιεν. καὶ μὴν πρὸ τοῦ γ ὁσημέραι νὴ τὼ θεὼ ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν. ἐπ ἐκφοράν· μὰ Δί ἀλλὰ τῆς φωνῆς μόνον ἐρῶν ἀκοῦσαι. τοῦ λαβεῖν μὲν οὖν χάριν. καὶ νὴ Δί εἰ λυπουμένην γ αἴσθοιτό με, νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο. ἔπειτ ἴσως ᾔτει ς ἂν εἰς ὑποδήματα. μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις, ἐτυπτόμην διὰ τοῦθ ὅλην τὴν ἡμέραν. οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν. μόνος γὰρ ἥδεθ, ὡς ἐοίκεν, ἐσθίων. καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ ἔθη. ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν. ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία. τὸ βλέμμα θ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν. οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλ ἠπίστατο γραὸς καπρώσης τἀφόδια κατεσθίειν. ταῦτ οὖν ὁ θεὸς ὦ φίλ ἄνερ οὐκ ὀρθῶς ποιεῖ, φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί. τί γὰρ ποιήσει· φράζε, καὶ πεπράξεται. ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία τὸν εὖ παθόνθ ὑπ ἐμοῦ πάλιν μ ἀντευποιεῖν, ἢ μηδ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστ ἔχειν. οὔκουν καθ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι· ἀλλ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη. ὀρθῶς γε: νῦν δέ γ οὐκέτι ζῆν ς οἰέται. ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ ὦ φίλτατε. οὐκ ἀλλὰ κατασέσηπας, ὥς γ ἐμοὶ δοκεῖς. διὰ δακτυλίου μὲν οὖν ἔμεγ ἂν διελκύσαις. εἰ τυγχάνοι γ ὁ δακτύλιος ὢν τηλία. καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται, οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω: ἐοίκε δ ἐπὶ κῶμον βαδίζειν. φαίνεται. στέφανόν γέ τοι καὶ δᾷδ ἔχων πορεύεται. ἀσπάζομαί σε. τί φησιν· ἀρχαία φίλη, πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν. τάλαιν ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι. ἐοίκε διὰ πολλοῦ χρόνου ς ἑορακέναι. ποίου χρόνου ταλάνταθ, ὃς παρ ἐμοὶ χθὲς ἦν· τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα: μεθύων γάρ, ὡς ἐίκεν, ὀξύτερον βλέπει. οὔκ, ἀλλ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους. ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί, ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기