- 텍스트

Aristophanes, Plutus, Episode

(아리스토파네스, Plutus, Episode)

ἀλλ ἴσθ ἐπ αὐτὰς τὰς θύρας ἀφιγμένη ὦ μειρακίσκη:? πυνθάνει γὰρ ὡρικῶς. φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά. μὴ δῆτ: ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα. ἀλλ ὅ τι μάλιστ ἐλήλυθας λέγειν ς ἐχρῆν. πέπονθα δεινὰ καὶ παράνομ ὦ φίλτατε: ἀφ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν, ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον. τί δ ἔστιν· ἦ που καὶ σὺ συκοφάντρια εν ταῖς γυναιξὶν ἦσθα· μὰ Δί ἐγὼ μὲν οὔ. ἀλλ οὐ λαχοῦς ἔπινες ἐν τῷ γράμματι· σκώπτεις: ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα. οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα· ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον, πενιχρὸν μέν, ἄλλως δ εὐπρόσωπον καὶ καλὸν καὶ χρηστόν: εἰ γάρ του δεηθείην ἐγώ, ἅπαντ ἐποίει κοσμίως μοι καὶ καλῶς: ἐγὼ δ ἐκείνῳ πάντα ταῦθ ὑπηρέτουν. τί δ ἦν ὅ τι σου μάλιστ ἐδεῖθ ἑκάστοτε· οὐ πολλά: καὶ γὰρ ἐκνομίως μ ᾐσχύνετο. ἀλλ ἀργυρίου δραχμὰς ἂν ᾔτης εἴκοσιν εἰς ἱμάτιον, ὀκτὼ δ ἂν εἰς ὑποδήματα: καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον ἐκέλευσεν ἂν τῇ μητρί θ ἱματίδιον: πυρῶν τ ἂν ἐδεήθη μεδίμνων τεττάρων. οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε εἴρηκας, ἀλλὰ δῆλον ὅτι ς ᾐχύνετο. καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας αἰτεῖν μ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα, ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. λέγεις ἐρῶντ ἄνθρωπον ἐκνομιώτατα. ἀλλ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ. ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα ἐπόντα πεμψάσης ὑπειπούσης θ ὅτι εἰς ἑσπέραν ἥξοιμι - τί ς ἔδρας· εἰπέ μοι. ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί, ἐφ ᾧ τ ἐκεῖσε μηδέποτέ μ ἐλθεῖν ἔτι, καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι πάλαι ποτ ἦσαν ἄλκιμοι Μιλήσιοι. δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν, ἔπειτα πλουτῶν οὐκέθ ἥδεται φακῇ: πρὸ τοῦ δ ὑπὸ τῆς πενίας ἅπανθ ὑπήσθιεν. καὶ μὴν πρὸ τοῦ γ ὁσημέραι νὴ τὼ θεὼ ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν. ἐπ ἐκφοράν· μὰ Δί ἀλλὰ τῆς φωνῆς μόνον ἐρῶν ἀκοῦσαι. τοῦ λαβεῖν μὲν οὖν χάριν. καὶ νὴ Δί εἰ λυπουμένην γ αἴσθοιτό με, νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο. ἔπειτ ἴσως ᾔτει ς ἂν εἰς ὑποδήματα. μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις, ἐτυπτόμην διὰ τοῦθ ὅλην τὴν ἡμέραν. οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν. μόνος γὰρ ἥδεθ, ὡς ἐοίκεν, ἐσθίων. καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ ἔθη. ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν. ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία. τὸ βλέμμα θ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν. οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλ ἠπίστατο γραὸς καπρώσης τἀφόδια κατεσθίειν. ταῦτ οὖν ὁ θεὸς ὦ φίλ ἄνερ οὐκ ὀρθῶς ποιεῖ, φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί. τί γὰρ ποιήσει· φράζε, καὶ πεπράξεται. ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία τὸν εὖ παθόνθ ὑπ ἐμοῦ πάλιν μ ἀντευποιεῖν, ἢ μηδ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστ ἔχειν. οὔκουν καθ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι· ἀλλ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη. ὀρθῶς γε: νῦν δέ γ οὐκέτι ζῆν ς οἰέται. ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ ὦ φίλτατε. οὐκ ἀλλὰ κατασέσηπας, ὥς γ ἐμοὶ δοκεῖς. διὰ δακτυλίου μὲν οὖν ἔμεγ ἂν διελκύσαις. εἰ τυγχάνοι γ ὁ δακτύλιος ὢν τηλία. καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται, οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω: ἐοίκε δ ἐπὶ κῶμον βαδίζειν. φαίνεται. στέφανόν γέ τοι καὶ δᾷδ ἔχων πορεύεται. ἀσπάζομαί σε. τί φησιν· ἀρχαία φίλη, πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν. τάλαιν ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι. ἐοίκε διὰ πολλοῦ χρόνου ς ἑορακέναι. ποίου χρόνου ταλάνταθ, ὃς παρ ἐμοὶ χθὲς ἦν· τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα: μεθύων γάρ, ὡς ἐίκεν, ὀξύτερον βλέπει. οὔκ, ἀλλ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους. ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί, ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει. ἆ ἆ, τὴν δᾷδα μή μοι πρόσφερ.

εὖ μέντοι λέγει. ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται. βούλει διὰ χρόνου πρός με παῖσαι· ποῖ τάλαν· αὐτοῦ, λαβοῦσα κάρνα. παιδιὰν τίνα· πόσους ἔχεις ὀδόντας. ἀλλὰ γνώσομαι κἄγωγ: ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας. ἀπότεισον: ἕνα γὰρ γόμφιον μόνον φορεῖ. ταλάντατ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε. οὐ δῆτ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει, εἰ δ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον, ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη. γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς. πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ. μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γ ὦ βδελυρὲ σύ. μὰ τὴν Ἑκάτην οὐ δῆτα: μαινοίμην γὰρ ἄν. ἀλλ ὦ νεανίσκ οὐκ ἐῶ τὴν μείρακα μισεῖν σε ταύτην. ἀλλ ἔγωγ ὑπερφιλῶ. καὶ μὴν κατηγορεῖ γέ σου. τί κατηγορεῖ· εἶναί ς ὑβριστήν φησι καὶ λέγειν ὅτι πάλαι ποτ ἦσαν ἄλκιμοι Μιλήσιοι. ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι. τὸ τί· αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ οὐκ ἄν ποτ ἄλλῳ τοῦτ ἐπέτρεψ ἐγὼ ποιεῖν: νῦν δ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα. οἶδ οἶδα τὸν νοῦν: οὐκέτ ἀξιοῖς ἴσως εἶναι μετ αὐτῆς. ὁ δ ἐπιτρέψων ἐστὶ τίς· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων. ὅμως δ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους πίνειν, συνεκποτέ ἐστί σοι καὶ τὴν τρύγα. ἀλλ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά. οὐκοῦν τρύγοιπος ταῦτα πάντ ἰάσεται. ἀλλ εἴσιθ εἴσω: τῷ θεῷ γὰρ βούλομαι ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ οὓς ἔχω. ἐγὼ δέ γ αὐτῷ καὶ φράσαι τι βούλομαι. ἐγὼ δέ γ οὐκ εἴσειμι. θάρρει, μὴ φοβοῦ. οὐ γὰρ βιάσεται. πάνυ καλῶς τοίνυν λέγεις. ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον. βάδιζ: ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι. ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο. Χοροῦ τίς ἔσθ ὁ κόπτων τὴν θύραν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION