호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος, καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις καὶ δωδεκάκις καὶ μυριάκις:? ἰοὺ ἰού. οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι. Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι, τί ποτ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν· οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα, ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν πάλιν αὖθις, ἤνπερ μὴ λλίπωσιν αἱ δίκαι· ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ. προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ, ἐοίκε δ εἶναι τοῦ πονηροῦ κόμματος. νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται. ποῦ ποῦ σθ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως, εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς· ὁ δὲ πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς. καὶ τίνα δέδρακε δῆτα τοῦτ· ἐμὲ τουτονί. ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωούχων· μὰ Δί οὐ μὲν οὖν ἔσθ ὑγιὲς ὑμῶν οὐδενός, κοὐκ ἔσθ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα. ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ. σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις: ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ ς ἐκεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας. οἰμώξἄρα σύ. νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ ἄξιος ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθ ὅτι τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς. οἴμοι τάλας: μῶν καὶ σὺ μετέχων καταγελᾷς· ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί· ἐχθὲς δ ἔχοντ εἶδόν ς ἐγὼ τριβώνιον. οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρ Εὐδάμου δραχμῆς. ἀλλ οὐκ ἔνεστι συκοφάντου δήγματος. ἆρ οὐχ ὕβρις ταῦτ ἐστὶ πολλή· σκώπτετον, ὅ τι δὲ ποιεῖτον ἐνθάδ οὐκ εἰρήκατον. οὐκ ἐπ ἀγαθῷ γὰρ ἐνθάδ ἐστὸν οὐδενί. μὰ τὸν Δί οὔκουν τῷ γε σῷ, σάφ ἴσθ ὅτι. ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον. ὡς δὴ π ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος διαρραγείης μηδενός γ ἐμπλήμενος. ἀρνεῖσθον· ἔνδον ἐστὶν ὦ μιαρωτάτω πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων. ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ. κακόδαιμον ὀσφραίνει τι· τοῦ ψύχους γ ἴσως ἐπεὶ τοιοῦτόν γ ἀμπέχεται τριβώνιον. ταῦτ οὖν ἀνασχέτ ἐστὶν ὦ Ζεῦ καὶ θεοί, τούτους ὑβρίζειν εἰς ἔμ· οἴμ ὡς ἄχθομαι ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기