- 텍스트

Aristophanes, Plutus, Episode 3:

(아리스토파네스, Plutus, Episode 3:)

ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.? ἀτὰρ φράσον μοι, ποῦ σθ ὁ Πλοῦτος· ἔρχεται. ἀλλ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος. οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ ἐδεξιοῦνθ ἅπαντες ὑπὸ τῆς ἡδονῆς: ὅσοι δ ἐπλούτουν οὐσίαν τ εἶχον συχνὴν οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ ἅμα. οἱ δ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι γελῶντες εὐφημοῦντες: ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀλλ εἶ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε: οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ, ὡς ἄλφιτ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. νὴ τὴν Ἑκάτην κἀγὼ δ ἀναδῆσαι βούλομαι εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ τοιαῦτ ἀπαγγείλαντα. μή νυν μέλλ ἔτι, ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν. φέρε νυν ἰοῦς εἴσω κομίσω καταχύσματα ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ. ἐγὼ δ ἀπαντῆσαί γ ἐκείνοις βούλομαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION