호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν·? οὐδέπω. μετὰ τοῦτο δ ἤδη καὶ γέλοιον δῆτά τι ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ ἀπέπαρδον: ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου. ἦ πού σε διὰ τοῦτ εὐθὺς ἐβδελύττετο. οὔκ, ἀλλ Ιἀσὼ μέν τις ἀκολουθοῦς ἅμα ὑπηρυθρίασε χἠ Πανάκει ἀπεστράφη τὴν ῥῖν ἐπιλαβοῦς: οὐ λιβανωτὸν γὰρ βδέω. αὐτὸς δ ἐκεῖνος· οὐ μὰ Δί οὐδ ἐφρόντισεν. λέγεις ἄγροικον ἄρα σύ γ εἶναι τὸν θεόν. μὰ Δί οὐκ ἔγωγ, ἀλλὰ σκατοφάγον. αἲ τάλαν. μετὰ ταῦτ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην δείσας, ἐκεῖνος δ ἐν κύκλῳ τὰ νοσήματα σκοπῶν περιῄει πάντα κοσμίως πάνυ. ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον. λίθινον· μὰ Δί οὐ δῆτ οὐχὶ τό γε κιβώτιον. σὺ δὲ πῶς ἑώρας ὦ κάκιστ ἀπολούμενε, ὃς ἐγκεκαλύφθαι φῄς· διὰ τοῦ τριβωνίου: ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία. πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ ἔφλα ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν καὶ σχῖνον: εἶτ ὄξει διέμενος Σφηττίῳ κατέπλασεν αὐτοῦ τὰ βλέφαρ ἐκστρέψας, ἵνα ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν ἔφευγ ἀνᾴξας: ὁ δὲ θεὸς γελάσας ἔφη: ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος, ἵν ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας. ὡς φιλόπολίς τίς ἐσθ ὁ δαίμων καὶ σοφός. μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο, καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο, ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν τὰ βλέφαρα περιέψησεν: ἡ Πανάκεια δὲ κατεπέτας αὐτοῦ τὴν κεφαλὴν φοινικίδι καὶ πᾶν τὸ πρόσωπον: εἶθ ὁ θεὸς ἐπόππυσεν. ἐξῃξάτην οὖν δύο δράκοντ ἐκ τοῦ νεὼ ὑπερφυεῖς τὸ μέγεθος. ὦ φίλοι θεοί. τούτω δ ὑπὸ τὴν φοινικίδ ὑποδύνθ ἡσυχῇ τὰ βλέφαρα περιέλειχον, ὥς γ ἐμοὶ δοκεῖ: καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα, ὁ Πλοῦτος ὦ δέσποιν ἀνειστήκει βλέπων: ἐγὼ δὲ τὼ χεῖρ ἀνεκρότης ὑφ ἡδονῆς τὸν δεσπότην τ ἤγειρον. ὁ θεὸς δ εὐθέως ἠφάνισεν αὑτὸν οἵ τ ὄφεις ἐς τὸν νεών. οἱ δ ἐγκατακείμενοι παρ αὐτῷ πῶς δοκεῖς τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ ὅλην ἐγρηγόρεσαν, ἑώς διέλαμψεν ἡμέρα. ἐγὼ δ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ, τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기