호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μὴ δῆτ ἔμοιγ ἐς τὴν κεφαλήν.? μὴ τἀγαθὰ ἃ νῦν γεγένηται· μὴ μὲν οὖν τὰ πράγματα. ὡς γὰρ τάχιστ ἀφικόμεθα πρὸς τὸν θεὸν ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον νῦν δ εἴ τιν ἄλλον μακάριον κεὐδαίμονα, πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν, ἔπειτ ἐλοῦμεν. νὴ Δί εὐδαίμων ἄρ ἦν ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος. ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ. ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα καθωσιώθη πέλανος Ἡφαίστου φλογί, κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν: ἡμῶν δ ἕκαστος στιβάδα παρεκαττύετο. ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ· εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν: ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα ἔχοντες: ὡς δὲ τοὺς λύχνους ἀποσβέσας ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα. κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου, ἐφ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι. ἔπειτ ἀναβλέψας ὁρῶ τὸν ἱερέα τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς: μετὰ τοῦτο δὲ περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ, εἴ που πόπανον εἰή τι καταλελειμμένον: ἔπειτα ταῦθ ἥγιζεν ἐς σάκταν τινά. κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι. ταλάντατ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν· νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα: ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο. τὸ γρᾴδιον δ ὡς ᾔσθετο δή μου τὸν ψόφον, ἄρας ὑφῄρει: κᾆτα συρίξας ἐγὼ ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις. ἡ δ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν, κατέκειτο δ αὑτὴν ἐντυλίξας ἡσυχῇ ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς. κἀγὼ τότ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων: ἔπειτ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기