- 텍스트

Aristophanes, Plutus, Episode

(아리스토파네스, Plutus, Episode)

τί δ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων·? φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος. ὁ δεσπότης πέπραγεν εὐτυχέστατα, μᾶλλον δ ὁ Πλοῦτος αὐτός: ἀντὶ γὰρ τυφλοῦ ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας, Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών. λέγεις μοι χαράν, λέγεις μοι βοάν. πάρεστι χαίρειν, ἤν τε βούλησθ ἤν τε μή. ἀναβοάσομαι τὸν εὔπαιδα καὶ μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν. τίς ἡ βοή ποτ ἐστίν· ἆρ ἀγγέλλεται χρηστόν τι· τοῦτο γὰρ ποθοῦς ἐγὼ πάλαι ἔνδον κάθημαι περιμένουσα τουτονί. ταχέως ταχέως φέρ οἶνον ὦ δέσποιν, ἵνα καὐτὴ πίῃς: φιλεῖς δὲ δρῶς αὐτὸ σφόδρα: ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω. καὶ ποῦ στιν· ἐν τοῖς λεγομένοις εἴσει τάχα. πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ. ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ ἐρῶ. μὴ δῆτ ἔμοιγ ἐς τὴν κεφαλήν. μὴ τἀγαθὰ ἃ νῦν γεγένηται· μὴ μὲν οὖν τὰ πράγματα. ὡς γὰρ τάχιστ ἀφικόμεθα πρὸς τὸν θεὸν ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον νῦν δ εἴ τιν ἄλλον μακάριον κεὐδαίμονα, πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν, ἔπειτ ἐλοῦμεν. νὴ Δί εὐδαίμων ἄρ ἦν ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος. ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ. ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα καθωσιώθη πέλανος Ἡφαίστου φλογί, κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν: ἡμῶν δ ἕκαστος στιβάδα παρεκαττύετο. ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ· εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν: ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα ἔχοντες: ὡς δὲ τοὺς λύχνους ἀποσβέσας ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα. κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου, ἐφ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι. ἔπειτ ἀναβλέψας ὁρῶ τὸν ἱερέα τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς: μετὰ τοῦτο δὲ περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ, εἴ που πόπανον εἰή τι καταλελειμμένον: ἔπειτα ταῦθ ἥγιζεν ἐς σάκταν τινά. κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι. ταλάντατ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν· νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα: ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο. τὸ γρᾴδιον δ ὡς ᾔσθετο δή μου τὸν ψόφον, ἄρας ὑφῄρει: κᾆτα συρίξας ἐγὼ ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις. ἡ δ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν, κατέκειτο δ αὑτὴν ἐντυλίξας ἡσυχῇ ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς. κἀγὼ τότ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων: ἔπειτ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην. ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν·

οὐδέπω. μετὰ τοῦτο δ ἤδη καὶ γέλοιον δῆτά τι ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ ἀπέπαρδον: ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου. ἦ πού σε διὰ τοῦτ εὐθὺς ἐβδελύττετο. οὔκ, ἀλλ Ιἀσὼ μέν τις ἀκολουθοῦς ἅμα ὑπηρυθρίασε χἠ Πανάκει ἀπεστράφη τὴν ῥῖν ἐπιλαβοῦς: οὐ λιβανωτὸν γὰρ βδέω. αὐτὸς δ ἐκεῖνος· οὐ μὰ Δί οὐδ ἐφρόντισεν. λέγεις ἄγροικον ἄρα σύ γ εἶναι τὸν θεόν. μὰ Δί οὐκ ἔγωγ, ἀλλὰ σκατοφάγον. αἲ τάλαν. μετὰ ταῦτ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην δείσας, ἐκεῖνος δ ἐν κύκλῳ τὰ νοσήματα σκοπῶν περιῄει πάντα κοσμίως πάνυ. ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον. λίθινον· μὰ Δί οὐ δῆτ οὐχὶ τό γε κιβώτιον. σὺ δὲ πῶς ἑώρας ὦ κάκιστ ἀπολούμενε, ὃς ἐγκεκαλύφθαι φῄς· διὰ τοῦ τριβωνίου: ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία. πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ ἔφλα ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν καὶ σχῖνον: εἶτ ὄξει διέμενος Σφηττίῳ κατέπλασεν αὐτοῦ τὰ βλέφαρ ἐκστρέψας, ἵνα ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν ἔφευγ ἀνᾴξας: ὁ δὲ θεὸς γελάσας ἔφη: ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος, ἵν ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας. ὡς φιλόπολίς τίς ἐσθ ὁ δαίμων καὶ σοφός. μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο, καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο, ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν τὰ βλέφαρα περιέψησεν: ἡ Πανάκεια δὲ κατεπέτας αὐτοῦ τὴν κεφαλὴν φοινικίδι καὶ πᾶν τὸ πρόσωπον: εἶθ ὁ θεὸς ἐπόππυσεν. ἐξῃξάτην οὖν δύο δράκοντ ἐκ τοῦ νεὼ ὑπερφυεῖς τὸ μέγεθος. ὦ φίλοι θεοί. τούτω δ ὑπὸ τὴν φοινικίδ ὑποδύνθ ἡσυχῇ τὰ βλέφαρα περιέλειχον, ὥς γ ἐμοὶ δοκεῖ: καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα, ὁ Πλοῦτος ὦ δέσποιν ἀνειστήκει βλέπων: ἐγὼ δὲ τὼ χεῖρ ἀνεκρότης ὑφ ἡδονῆς τὸν δεσπότην τ ἤγειρον. ὁ θεὸς δ εὐθέως ἠφάνισεν αὑτὸν οἵ τ ὄφεις ἐς τὸν νεών. οἱ δ ἐγκατακείμενοι παρ αὐτῷ πῶς δοκεῖς τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ ὅλην ἐγρηγόρεσαν, ἑώς διέλαμψεν ἡμέρα. ἐγὼ δ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ, τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν. ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.

ἀτὰρ φράσον μοι, ποῦ σθ ὁ Πλοῦτος· ἔρχεται. ἀλλ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος. οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ ἐδεξιοῦνθ ἅπαντες ὑπὸ τῆς ἡδονῆς: ὅσοι δ ἐπλούτουν οὐσίαν τ εἶχον συχνὴν οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ ἅμα. οἱ δ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι γελῶντες εὐφημοῦντες: ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀλλ εἶ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε: οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ, ὡς ἄλφιτ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. νὴ τὴν Ἑκάτην κἀγὼ δ ἀναδῆσαι βούλομαι εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ τοιαῦτ ἀπαγγείλαντα. μή νυν μέλλ ἔτι, ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν. φέρε νυν ἰοῦς εἴσω κομίσω καταχύσματα ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ. ἐγὼ δ ἀπαντῆσαί γ ἐκείνοις βούλομαι. Κομμάτιον Χοροῦ καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον χώραν τε πᾶσαν Κέκροπος ἥ μ ἐδέξατο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION