- 텍스트

Aristophanes, Plutus, Episode 3:

(아리스토파네스, Plutus, Episode 3:)

καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον τὸ πρῶτον αὐτοῦ:? κἂν μὲν ἀποφήνω μόνην ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ ὑμῖν δι ἐμέ τε ζῶντας ὑμᾶς: εἰ δὲ μή, ποιεῖτον ἤδη τοῦθ ὅ τι ἂν ὑμῖν δοκῇ. ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν· καὶ σύ γε διδάσκου: πάνυ γὰρ οἶμαι ῥᾳδίως ἅπανθ ἁμαρτάνοντά ς ἀποδείξειν ἐγώ, εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους. ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε· οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς. καὶ τίς δύναιτ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ τοιαῦτ ἀκούων· ὅστις ἐστὶν εὖ φρονῶν. τί δῆτά σοι τίμημ ἐπιγράψω τῇ δίκῃ, ἐὰν ἁλῷς· ὅ τι σοι δοκεῖ. καλῶς λέγεις. τὸ γὰρ αὔτ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν. ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν· ταύτῃ γε: νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω. οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντ, ἢ τί γ ἂν ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION