- 텍스트

Aristophanes, Plutus, Episode 2:

(아리스토파네스, Plutus, Episode 2:)

ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς:? τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν, ἀλλ οἱο῀ν οὐδεὶς ἄλλος οὐδεπώποτε οὔτε θεὸς οὔτ ἄνθρωπος: ὥστ ἀπολώλατον. σὺ δ εἶ τίς· ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς. ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας: βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν. ἀλλ οὐκ ἔχει γὰρ δᾷδας. οὐκοῦν κλαύσεται. ὀιέσθε δ εἶναι τίνα με· πανδοκεύτριαν ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη. ἄληθες· οὐ γὰρ δεινότατα δεδράκατον ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν· οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται· ἀλλ ἥτις εἶ λέγειν ς ἐχρῆν αὐτίκα μάλα. ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην ἀνθ ὧν ἐμὲ ζητεῖτον ἐνθένδ ἀφανίσαι. ἆρ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων, ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται· Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλ ἔτη. ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ· οὗτος τί δρᾷς· ὦ δειλότατον σὺ θηρίον: οὐ παραμενεῖς· ἥκιστα πάντων. οὐ μενεῖς· ἀλλ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν· Πενία γάρ ἐστιν ὦ πόνηρ, ἧς οὐδαμοῦ οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον. στῆθ, ἀντιβολῶ σε, στῆθι. μὰ Δί ἐγὼ μὲν οὔ. καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ ἔργων ἁπάντων ἐργασόμεθ, εἰ τὸν θεὸν ἔρημον ἀπολιπόντε ποι φευξούμεθα τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα. ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες· ποῖον γὰρ οὐ θώρακα, ποίαν δ ἀσπίδα οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη· θάρρει: μόνος γὰρ ὁ θεὸς οὗτος οἶδ ὅτι τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων. γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε, ἐπ αὐτοφώρῳ δεινὰ δρῶντ εἰλημμένω· σὺ δ ὦ κάκιστ ἀπολουμένη τί λοιδορεῖ ἡμῖν προσελθοῦς οὐδ ὁτιοῦν ἀδικουμένη· οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω βλέψαι πάλιν· τί οὖν ἀδικοῦμεν τοῦτό σε, εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν ἀγαθόν· τί δ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ· ὅ τι· σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος. ἔμ ἐκβαλόντες· καὶ τί ἂν νομίζετον κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους· ὅ τι· εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION