호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ τᾶν ἐγώ τοι τοῦτ ἀπὸ σμικροῦ πάνυ ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν, τὸ στόμ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.? καὶ μὴν φίλως γ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα. ὁρῶ τιν ἐπὶ τοῦ βήματος καθεδούμενον ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων καὶ τῆς γυναικός, κου διοίσοντ ἄντικρυς τῶν Ἡρακλειδῶν οὐδ ὁτιοῦν τῶν Παμφίλου. οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. τί σὺ λέγεις· οὕτω πάνυ πολλὰ κέκλοφας· οἴμοι τῶν κακῶν, ἀπολεῖς. σὺ μὲν οὖν σεαυτόν, ὥς γ ἐμοὶ δοκεῖς. ου δῆτ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ ἔχω. σὺ Πλοῦτον· ποῖον· αὐτὸν τὸν θεόν. καὶ ποῦ στιν· ἔνδον. ποῦ· παρ ἐμοί. παρὰ σοί· πάνυ. οὐκ ἐς κόρακας· Πλοῦτος παρὰ σοί· νὴ τοὺς θεούς. λὲγεις ἀληθῆ· φημί. πρὸς τῆς Ἑστίας· νὴ τὸν Ποσειδῶ. τὸν θαλάττιον λέγεις· εἰ δ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον. εἶτ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους· οὐκ ἔστι πω τὰ πράγματ ἐν τούτῳ. τί φῄς· οὐ τῷ μεταδοῦναι· μὰ Δία. δεῖ γὰρ πρῶτα τί· βλέψαι ποιῆσαι νώ - τίνα βλέψαι· φράσον. τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ. τυφλὸς γὰρ ὄντως ἐστί· νὴ τὸν οὐρανόν. οὐκ ἐτὸς ἄρ ὡς ἔμ ἦλθεν οὐδεπώποτε. ἀλλ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται. οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά· τίς δῆτ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει· οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστ οὔθ ἡ τέχνη. σκοπῶμεν. ἀλλ οὐκ ἔστιν. οὐδ ἐμοὶ δοκεῖ. μὰ Δί ἀλλ ὅπερ πάλαι παρεσκευαζόμην ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ κράτιστόν ἐστι. πολὺ μὲν οὖν νὴ τοὺς θεούς. μή νυν διάτριβ ἀλλ ἄνυε πράττων ἕν γέ τι. καὶ δὴ βαδίζω. σπεῦδέ νυν. τοῦτ αὐτὸ δρῶ. ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε - ποῖ ποῖ· τί φεύγετον· οὐ μενεῖτον· Ἡράκλεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기