- 텍스트

Aristophanes, Plutus, Parodos

(아리스토파네스, Plutus, Parodos)

ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες, ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί, ἴτ ἐγκονεῖτε σπεύδεθ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, ἀλλ ἔστ ἐπ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντ ἀμύνειν.? οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως, ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη· σὺ δ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι ὅτου χάριν μ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο. οὔκουν πάλαι δήπου λέγω· σὺ δ αὐτὸς οὐκ ἀκούεις. ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας. ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ ὅ φησιν· ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν ὦ πόνηροι ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν: οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι. ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς· πάλιν φράσον μοι. δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα. πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ ἔχοντα σωρόν. μῶν ἀξιοῖς φενακίσας ἔπειτ ἀπαλλαγῆναι ἀζήμοις, καὶ ταῦτ ἐμοῦ βακτηρίαν ἔχοντος· πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα ἡγεῖσθέ μ εἶναι κοὐδὲν ἂν νομίζεθ ὑγιὲς εἰπεῖν· ὡς σεμνὸς οὑπίτριπτος: αἱ κνῆμαι δέ σου βοῶσιν ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι. ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν, σὺ δ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν. διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος, ὅστις φενακίζεις, φράσαι δ οὔπω τέτληκας ἡμῖν, οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως δεῦρ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες. ἀλλ οὐκέτ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει. ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι· νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτ ὄνου λάβητε. ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι ὑφ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ ἀληθῆ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION