- 텍스트

Aristophanes, Plutus, Prologue 5:

(아리스토파네스, Plutus, Prologue 5:)

παπαῖ πονηρούς γ εἶπας ἡμῖν συμμάχους.? οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν. ἀλλ ἴθι σὺ μὲν ταχέως δραμών - τί δρῶ· λέγε. τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δ ἴσως ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους, ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος. καὶ δὴ βαδίζω: τουτοδὶ τὸ κρεᾴδιον τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών. ἐμοὶ μελήσει τοῦτό γ: ἀλλ ἀνύσας τρέχε. σὺ δ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων εἴσω μετ ἐμοῦ δεῦρ εἴσιθ: ἡ γὰρ οἰκία αὕτη στὶν ἣν δεῖ χρημάτων σε τήμερον μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως. ἀλλ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς εἰς οἰκίαν ἑκάστοτ ἀλλοτρίαν πάνυ: ἀγαθὸν γὰρ ἀπέλαυς οὐδὲν αὐτοῦ πώποτε. ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω, εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω: κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον, ἔξαρνός ἐστι μηδ ἰδεῖν με πώποτε. ἢν δ ὡς παραπλῆγ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος γυμνὸς θύραζ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου. μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε. ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ ἀεί, χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ πάλιν τ ἀναλῶν, ἡνίκ ἂν τούτου δέῃ. ἀλλ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον, ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ. πείθομαι. τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION