호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταυτὶ λέγουσι πάντες:? ἡνίκ ἂν δέ μου τύχως ἀληθῶς καὶ γένωνται πλούσιοι, ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ. ἔχει μὲν οὕτως, εἰσὶ δ οὐ πάντες κακοί. μὰ Δί ἀλλ ἁπαξάπαντες. οἰμώξει μακρά. σοὶ δ ὡς ἂν εἰδῇς ὅσα παρ ἡμῖν ἢν μένῃς γενήσετ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ. οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δ εἰρήσεται, ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας βλέψαι ποιήσας. μηδαμῶς τοῦτ ἐργάσῃ. οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι. τί φῄς· ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει. ὁ Ζεὺς μὲν οὖν εἰδὼς τὰ τούτων μῶρ ἔμ εἰ πύθοιτ ἂν ἐπιτρίψειε. νῦν δ οὐ τοῦτο δρᾷ, ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ· οὐκ οἶδ: ἐγὼ δ ἐκεῖνον ὀρρωδῶ πάνυ. ἄληθες ὦ δειλότατε πάντων δαιμόνων· οἰεί γὰρ εἶναι τὴν Διὸς τυραννίδα καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου, ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον· ἆ μὴ λέγ ὦ πόνηρε ταῦτ. ἔχ ἥσυχος. ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ μεῖζον δυνάμενον. ἐμὲ σύ· νὴ τὸν οὐρανόν. αὐτίκα γὰρ ἄρχει διὰ τίν ὁ Ζεὺς τῶν θεῶν· διὰ τἀργύριον: πλεῖστον γάρ ἐστ αὐτῷ. φέρε τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ· ὁδί. θύουσι δ αὐτῷ διὰ τίν· οὐ διὰ τουτονί· καὶ νὴ Δί εὔχονταί γε πλουτεῖν ἄντικρυς. οὔκουν ὅδ ἐστὶν αἴτιος καὶ ῥᾳδίως παύσειεν, εἰ βούλοιτο, ταῦτ ἄν· ὅτι τί δή· ὅτι οὐδ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι, οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ οὐδὲ ἕν, μὴ βουλομένου σοῦ. πῶς· ὅπως· οὐκ ἔσθ ὅπως ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν αὐτὸς διδῷς πἀργύριον: ὥστε τοῦ Διὸς τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος. τί λέγεις· δι ἐμὲ θύουσιν αὐτῷ· φήμ ἐγώ. καὶ νὴ Δί εἴ τί γ ἔστι λαμπρὸν καὶ καλὸν ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται. ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ ὑπήκοα. ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως. καὶ τάς γ ἑταίρας φασὶ τὰς Κορινθίας, ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν. καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν. οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους: ἐπεὶ αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί. τί δαί· ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς. αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ ηὑρημένα. ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος: ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται: ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών: ὁ δὲ λωποδυτεῖ γε νὴ Δί, ὁ δὲ τοιχωρυχεῖ: ὁ δὲ γναφεύει γ: ὁ δέ γε πλύνει κῴδια: ὁ δὲ βυρσοδεψεῖ γ: ὁ δέ γε πωλεῖ κρόμμυα: ὁ δ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. οἴμοι τάλας ταυτί μ ἐλάνθανεν πάλαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기