호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἔσθ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει, ἀλλ εἰς ἕτερόν τι μεῖζον.? ἢν δ ἡμῖν φράσῃ ὅστις ποτ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί, πυθοιμεθ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ. ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις, ἢ τἀπὶ τούτοις δρῶ· λέγειν χρὴ ταχὺ πάνυ. ἐγὼ μὲν οἰμώζειν λέγω σοι. μαναθάνεις ὅς φησιν εἶναι· σοὶ λέγει τοῦτ, οὐκ ἐμοί: σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει. ἀλλ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις, ἐμοὶ φράσον. κλάειν ἔγωγέ σοι λέγω. δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι. εἰ μὴ φράσεις γάρ - ἀπό ς ὀλῶ κακὸν κακῶς. ὦ τᾶν - ἀπαλλάχθητον ἀπ ἐμοῦ. πώμαλα. καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστ ὦ δέσποτα. ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί. ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν αὐτὸν καταλιπων ἄπειμ, ἵν ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών. ἀλλ αἶρε ταχέως. μηδαμῶς. οὔκουν ἐρεῖς· ἀλλ ἢν πύθησθέ μ ὅστις εἴμ, εὖ οἶδ ὅτι κακόν τί μ ἐργάσεσθε κοὐκ ἀφήσετον. νὴ τοὺς θεοὺς ἡμεῖς γ, ἐὰν βούλῃ γε σύ. μέθεσθε νῦν μου πρῶτον. ἤν, μεθίεμεν. ἀκούετον δή: δεῖ γὰρ ὡς ἐοίκέ με λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος. ἐγὼ γάρ εἰμι Πλοῦτος. ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων, εἶτ ἐσίγας Πλοῦτος ὤν· σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος· ὦ Φοῖβ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες καὶ Ζεῦ, τί φῄς· ἐκεῖνος ὄντως εἶ σύ· ναί. ἐκεῖνος αὐτός· αὐτότατος. πόθεν οὖν φράσον αὐχμῶν βαδίζεις· ἐκ Πατροκλέους ἔρχομαι, ὃς οὐκ ἐλούσατ ἐξ ὅτουπερ ἐγένετο. τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες· κάτειπέ μοι. ὁ Ζεύς με ταῦτ ἔδρασεν ἀνθρώποις φθονῶν. ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλης ὅτι ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους μόνους βαδιοίμην: ὁ δέ μ ἐποίησεν τυφλόν, ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα. οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ. καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους καὶ τοὺς δικαίους. ὁμολογῶ σοι. φέρε τί οὖν· εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ, φεύγοις ἂν ἤδη τοὺς πονηρούς· φήμ ἐγώ. ὡς τοὺς δικαίους δ ἂν βαδίζοις· πάνυ μὲν οὖν: πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου. καὶ θαῦμά γ οὐδέν: οὐδ ἐγὼ γὰρ ὁ βλέπων. ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπ ἐμοῦ. μὰ Δί ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου. οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα ἐμέλλετόν μοι· καὶ σύ γ ἀντιβολῶ πιθοῦ, καὶ μή μ ἀπολίπῃς: οὐ γὰρ εὑρήσεις ἐμοῦ ζητῶν ἔτ ἄνδρα τοὺς τρόπους βελτίονα. μὰ τὸν Δί οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기