- 텍스트

Aristophanes, Plutus, Prologue 1:

(아리스토파네스, Plutus, Prologue 1:)

ὡς ἀργαλέον πρᾶγμ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.? ἢν γὰρ τὰ βέλτισθ ὁ θεράπων λέξας τύχῃ, δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ, μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν. τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ, ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου, μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς μελαγχολῶντ ἀπέπεμψέ μου τὸν δεσπότην, ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ, τοὐναντίον δρῶν ἢ προσῆκ αὐτῷ ποιεῖν. οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα, οὗτος δ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται, καὶ ταῦτ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ. ἐγὼ μὲν οὖν οὐκ ἔσθ ὅπως σιγήσομαι, ἢν μὴ φράσῃς ὅ τι τῷδ ἀκολουθοῦμέν ποτε ὦ δέσποτ, ἀλλά σοι παρέξω πράγματα. οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε. μὰ Δί ἀλλ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με, ἵνα μᾶλλον ἀλγῇς. λῆρος: οὐ γὰρ παύσομαι πρὶν ἂν φράσῃς μοι τίς ποτ ἐστὶν οὑτοσί: εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα. ἀλλ οὔ σε κρύψω: τῶν ἐμῶν γὰρ οἰκετῶν πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον. ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον καὶ πένης ἦν: οἶδά τοι. ἕτεροι δ ἐπλούτουν ἱερόσυλοι ῥήτορες καὶ συκοφάνται καὶ πονηροί: πείθομαι. ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν, τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον, τὸν δ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει, πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν, ὡς τῷ βίῳ τοῦτ αὐτὸ νομίσας συμφέρειν. τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων· πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί: ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών, ἐκέλευε τούτου μὴ μεθίεσθαί μ ἔτι, πείθειν δ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε. καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ· τουτῳί. εἶτ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον· τῷ τοῦτο κρίνεις· δῆλον ὁτιὴ καὶ τυφλῷ γνῶναι δοκεῖ τοῦθ, ὡς σφόδρ ἐστὶ συμφέρον τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION