호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τούτων ὑπὸ μὲν θατέρου Κρίξος, ἡγούμενος τρισμυρίων ἀνδρῶν, περὶ τὸ Γάργανον ὄρος ἡττᾶτο, καὶ δύο μέρη τοῦ στρατοῦ καὶ αὐτὸς συναπώλετο αὐτοῖς:? Σπάρτακον δὲ διὰ τῶν Ἀπεννίνων ὀρῶν ἐπὶ τὰ Ἄλπεια καὶ ἐς Κελτοὺς ἀπὸ τῶν Ἀλπείων ἐπειγόμενον ὁ ἕτερος ὕπατος προλαβὼν ἐκώλυε τῆς φυγῆς, καὶ ὁ ἕτερος ἐδίωκεν. ὁ δ ἐφ ἑκάτερον αὐτῶν ἐπιστρεφόμενος παρὰ μέρος ἐνίκα. καὶ οἱ μὲν σὺν θορύβῳ τὸ ἀπὸ τοῦδε ὑπεχώρουν, ὁ δὲ Σπάρτακος τριακοσίους Ῥωμαίων αἰχμαλώτους ἐναγίσας Κρίξῳ, δυώδεκα μυριάσι πεζῶν ἐς Ῥώμην ἠπείγετο, τὰ ἄχρηστα τῶν σκευῶν κατακαύσας καὶ τοὺς αἰχμαλώτους πάντας ἀνελὼν καὶ ἐπισφάξας τὰ ὑποζύγια, ἵνα κοῦφος εἰή: αὐτομόλων τε πολλῶν αὐτῷ προσιόντων οὐδένα προσίετο. καὶ τῶν ὑπάτων αὐτὸν αὖθις περὶ τὴν Πικηνίτιδα γῆν ὑποστάντων, μέγας ἀγὼν ἕτερος ὅδε γίγνεται καὶ μεγάλη καὶ τότε ἧσσα Ῥωμαίων. Ὁ δὲ τῆς μὲν ἐς Ῥώμην ὁδοῦ μετέγνω, ὡς οὔπω γεγονὼς ἀξιόμαχος οὐδὲ τὸν στρατὸν ὅλον ἔχων στρατιωτικῶς ὡπλισμένον οὑ᾿ γάρ τις αὐτοῖς συνέπραττε πόλις, ἀλλὰ θεράποντες ἦσαν καὶ αὐτόμολοι καὶ σύγκλυδες᾿, τὰ δ ὄρη τὰ περὶ Θουρίους καὶ τὴν πόλιν αὐτὴν κατέλαβε, καὶ χρυσὸν μὲν ἢ ἄργυρον τοὺς ἐμπόρους ἐσφέρειν ἐκώλυε καὶ κεκτῆσθαι τοὺς ἑαυτοῦ, μόνον δὲ σίδηρον καὶ χαλκὸν ὠνοῦντο πολλοῦ καὶ τοὺς ἐσφέροντας οὐκ ἠδίκουν. ὅθεν ἀθρόας ὕλης εὐπορήσαντες εὖ παρεσκευάσαντο καὶ θαμινὰ ἐπὶ λεηλασίας ἐξῄεσαν. Ῥωμαίοις τε πάλιν συνενεχθέντες ἐς χεῖρας ἐκράτουν καὶ τότε καὶ λείας πολλῆς γέμοντες ἐπανῄεσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기